previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5.

αὕτη μὲν τῶν δήμων κατάστασις, ἐν δὲ δὴ ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ μὲν πολλὰ τί δεῖ μηκύνειν λέγοντα; τὸ δὲ δὴ κεφάλαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτ᾽ εἰδέναι οὔτ᾽ ἔχειν δοκεῖν βούλεται ῾πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ τούτῳ τὸ κρατοῦν ὡς πλήθει γίγνεταἰ, [2] τὸν δὲ ἐκείνου τις τρόπον κανόνα τοῦ βίου ποιησάμενος, τι ποτ᾽ ἂν ἐλπίσῃ δι᾽ αὐτοῦ πλεονεκτήσας ἀκινδύνως κερδανεῖν, μετέρχεται. καὶ διὰ τοῦθ᾽ οἱ πλείους σφῶν τό τε καθ᾽ ἑαυτοὺς 1 μόνον σπεύδουσι καὶ πάντας τοὺς ἄλλους μισοῦσι, τάς τε εὐπραγίας αὐτῶν οἰκείας ζημίας καὶ τὰς συμφορὰς ἴδια κέρδη ποιούμενοι. [3]

τοιούτων δὲ δὴ τούτων ὄντων οὐχ ὁρῶ τί ποτ᾽ ἂν εἰκότως ἐπάρειέ σε μοναρχῆσαι ἐπιθυμῆσαι. πρὸς γὰρ τῷ τοῖς δήμοις χαλεπὸν εἶναι τὸ πολίτευμα, πολὺ δυσχερέστερον αὐτῷ σοι γένοιτο ἄν. [p. 88] οὐχ ὁρᾷς ὅπως τε πόλις καὶ τὰ πράγματα [4] αὐτῆς ἔτι καὶ νῦν ταράττεται; καὶ χαλεπὸν μέν ἐστι τὸ τὸν ὅμιλον ἡμῶν, τοσούτοις ἔτεσιν ἐν ἐλευθερίᾳ βεβιωκότα, καταλῦσαι, χαλεπὸν δὲ καὶ τὸ τοὺς συμμάχους τούς τε ὑπηκόους, τοὺς μὲν ἀπὸ παλαιοῦ δημοκρατουμένους τοὺς δ᾽ ὑφ᾽ ἡμῶν αὐτῶν ἠλευθερωμένους, ἐς δουλείαν αὖθις καταστῆσαι, τοσούτων πέριξ πολεμίων ἡμῖν προσκειμένων.

1 At this point a #3uaternion (containing the chapters dosn to 20, 4) is missing from M. L', the copy of M, here becomes of importance, since the scribe filled the lacuna in M from L, shich sas then complete. See vol. i. p. xxv.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: