previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέχρι μὲν οὖν τοῦ χρόνου τούτου πλεῖστα χρηστὰ Τιβέριος ἔπραξε καὶ βραχέα ἐξήμαρτεν, ἐπεὶ δὲ τὸ ἐφεδρεῦον οὐκέτ᾽ εἶχεν, ἐς πᾶν τοὐναντίον τῶν πρόσθεν εἰργασμένων αὐτῷ, πολλῶν ὄντων καὶ καλῶν, περιέστη. τά τε γὰρ ἄλλα ἀγρίως ἦρξε, καὶ ταῖς τῆς ἀσεβείας δίκαις, εἴ τις οὐχ ὅσον ἐς τὸν Αὔγουστον ἀλλὰ καὶ ἐς αὐτὸν ἐκεῖνον τήν τε μητέρα αὐτοῦ πράξας τι καὶ εἰπὼν ἀνεπιτήδειον ἐπεκλήθη, δεινῶς ἐπεξῄει.” Xiph. 136, 6-13, Zon. 11, 2 (p. 6, 16-22 D.).καὶ ἐς τοὺς ὑπονοηθέντας ἐπιβουλεύειν αὐτῷ ἀπαραίτητος ἦν.” Zon. 11, 2 (p. 6, 22-23 D.).ὅτι Τιβέριος τοὺς κατηγορουμένους ἐπί τινι πικρῶς ἐκόλαζεν οὕτως ἐπιλέγωνοὐδεὶς ἑκὼν ἄρχεται ἀλλ᾽ ἄκων εἰς τοῦτο συνελαύνεται: μὴ μόνον γὰρ μὴ 1 πειθαρχεῖν τοὺς ἀρχομένους ἡδέως, ἀλλὰ καὶ ἐπιβουλεύειν τοῖς ἄρχουσι:’ καὶ προσεδέχετο τοὺς κατηγοροῦντας μὴ διακρίνων εἴτε [p. 166] δοῦλος κατὰ δεσπότου εἴτε κατὰ πατρὸς 2 υἱὸς λέγει.” Petr. Patr. Exc. Vat. 6 p. 199 Mai (p. 182, 21-27 D.).ἤδη δὲ καὶ ἐνδεικνύμενός τισιν ὅτι βούλεται τεθνάναι τινάς, δι᾽ ἐκείνων σφᾶς ἀπεκτίννυε, καὶ οὐκ ἐλάνθανε ταῦτα ποιῶν.” Zon. 11, 2 (p. 6, 23-25 D.). “ ”

1 mh\ Dind., tou\s mh\ cod.

2 kata\ patro\s supplied by Mai.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: