previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25. τούτων δ᾽ οὕτως ἐν τῇ Ῥώμῃ γιγνομένων οὐδὲ τὸ ὑπήκοον ἡσύχαζεν, ἀλλ᾽ ἐπειδὴ τάχιστα νεανίσκος τις Δροῦσος λέγων εἶναι περί τε τὴν Ἑλλάδα καὶ περὶ τὴν Ἰωνίαν ὤφθη, καὶ ἐδέξαντο αὐτὸν ἀσμένως αἱ πόλεις καὶ συνῄροντο. κἂν ἐς τὴν Συρίαν προχωρήσας τὰ στρατόπεδα κατέσχεν, εἰ μὴ γνωρίσας τις αὐτὸν συνέλαβέ τε καὶ πρὸς τὸν Τιβέριον ἀνήγαγεν. [2] ἐκ δὲ τούτου Γάιος μὲν Γάλλος καὶ Μᾶρκος Σερουίλιος ὑπάτευσαν, Τιβέριος δὲ ἐν Ἀντίῳ τοὺς τοῦ Γαΐου γάμους ἑώρταζεν. ἐς γὰρ τὴν Ῥώμην οὐδὲ δι᾽ ἐκείνους ἐσελθεῖν ἠθέλησεν, ἐπειδὴ Φουλκίνιός τις Τρίων, φίλος μὲν τοῦ Σεϊανοῦ [p. 250] γεγονώς, σφόδρα δ᾽ αὐτῷ διὰ τὰς συκοφαντίας κεχαρισμένος, κατηγορηθείς τε παρεδόθη καὶ δείσας ἑαυτὸν προαπέκτεινε, πολλὰ μὲν ἐκεῖνον πολλὰ δὲ καὶ τὸν Μάκρωνα ἐν ταῖς διαθήκαις [3] λοιδορήσας. καὶ οἱ μὲν παῖδες αὐτοῦ οὐκ ἐτόλμησαν αὐτὰς δημοσιεῦσαι, δὲ δὴ Τιβέριος μαθὼν τὰ γεγραμμένα ἐς τὸ βουλευτήριόν σφας ἐσκομισθῆναι ἐκέλευσεν. ἥκιστά τε γὰρ αὐτῷ τῶν τοιούτων ἔμελε, καὶ τὰς κακηγορίας 1 καὶ λανθανούσας ἔσθ᾽ ὅτε ἐς τοὺς πολλοὺς ἑκών, [4] ὥσπερ τινὰς ἐπαίνους, ἐξέφαινεν. ἀμέλει καὶ ὅσα Δροῦσος, οἷα ἔν τε ταλαιπωρίᾳ ὢν καὶ κακοπαθῶν, ἐξελάλησε, καὶ ταῦτα ἐς τὴν βουλὴν ἐσέπεμψε. Τρίων μὲν οὖν οὕτως ἀπέθανε, Ποππαῖος δὲ Σαβῖνος τῆς τε Μυσίας ἑκατέρας καὶ προσέτι καὶ τῆς Μακεδονίας ἐς ἐκεῖνο τοῦ χρόνου παρὰ πᾶσαν ὡς εἰπεῖν τὴν τοῦ Τιβερίου ἀρχὴν ἡγεμονεύσας, ἥδιστα προαπηλλάγη πρίν [5] τινα αἰτίαν λαβεῖν. καὶ αὐτὸν Ῥήγουλος ἐπὶ τοῖς αὐτοῖς διεδέξατο: καὶ γὰρ Μακεδονία, ὡς δέ τινές φασι, καὶ Ἀχαΐα, 2 προσετάσσοντο. ”

1 kakhgori/as Bk., kathgori/as M cod. Peir. (kathgoriw=n'.

2 *)axai+/a R. Steph., a)xaii/a M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: