previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. καὶ τοῦτον μὲν ὕστερον γυνὴ ἔθαψε, ζήσαντα μὲν ἐπὶ τέσσαρα ἔτη καὶ πεντήκοντα καὶ ἡμέρας ἐννέα καὶ ὀγδοήκοντα, 1 ἄρξαντα δὲ ἐνιαυτὸν ἡμερῶν δέκα ἀποδέοντα: δὲ ἀδελφὸς αὐτοῦ ὥρμησε μὲν ἐκ τῆς Ταρρακίνης ὡς καὶ βοηθήσων αὐτῷ, μαθὼν δὲ κατὰ τὴν ὁδὸν ὅτι τέθνηκε, καὶ [p. 256] περιπεσὼν ἅμα τοῖς ἐπ᾽ αὐτὸν πεμφθεῖσιν, ὡμολόγησε μέν σφισιν ὡς καὶ σωθησόμενος, [2] ἐσφάγη δ᾽ οὐ πολλῷ ὕστερον. καὶ αὐτῷ καὶ τοῦ Οὐιτελλίου παῖς ἐπαπώλετο, καίτοι τοῦ Οὐιτελλίου μηδένα μήτε τῶν τοῦ Ὄθωνος μήτε τῶν τοῦ Οὐεσπασιανοῦ συγγενῶν ἀποκτείναντος. πεπραγμένων δὲ τούτων ἤδη ὡς ἑκάστων Μουκιανὸς ἐπῆλθε, καὶ τά τε ἄλλα συνδιῴκει τῷ Δομιτιανῷ, καὶ ἐς τοὺς στρατιώτας αὐτὸν παραγαγὼν δημηγορῆσαι ἐποίησε καίπερ καὶ παιδίσκον ὄντα. καὶ πέντε καὶ εἴκοσι δραχμὰς τῶν στρατιωτῶν ἕκαστος ἔλαβεν.” Xiph. 201, 18-202, 26 R. St.[p. 258]

1 kai\ h(me/ras e)nne/a kai\ o)gdoh/konta Zon., om. wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: