previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. Τραϊανῷ δὲ ὄναρ ἐγεγόνει, πρὶν αὐταρχῆσαι, τοιόνδε: ἐδόκει ἄνδρα πρεσβύτην ἐν ἱματίῳ καὶ ἐσθῆτι περιπορφύρῳ, ἔτι δὲ καὶ στεφάνῳ ἐστολισμένον, οἷά που καὶ τὴν γερουσίαν γράφουσι, δακτυλίῳ τινὶ σφραγῖδα αὐτῷ ἔς τε τὴν ἀριστερὰν σφαγὴν καὶ μετὰ τοῦτο καὶ ἐς τὴν δεξιὰν [2] ἐπιβεβληκέναι. ὡς δὲ αὐτοκράτωρ ἐγένετο, ἐπέστειλε τῇ βουλῇ αὐτοχειρίᾳ ἄλλα τε καὶ ὡς οὐδένα ἄνδρα ἀγαθὸν ἀποσφάξοι ἀτιμάσοι, καὶ ταῦτα καὶ ὅρκοις οὐ τότε μόνον ἀλλὰ καὶ ὕστερον ἐπιστώσατο. [p. 368] [4] Αἰλιανὸν δὲ καὶ τοὺς δορυφόρους τοὺς κατὰ Νέρουα στασιάσαντας, ὡς καὶ χρησόμενός τι αὐτοῖς, 1 μεταπεμψάμενος ἐκποδὼν ἐποιήσατο. ἐς δὲ τὴν Ῥώμην ἐσελθὼν πολλὰ ἐποίει πρός τε διόρθωσιν τῶν κοινῶν καὶ πρὸς χάριν τῶν ἀγαθῶν, ἐκείνων τε διαφερόντως ἐπιμελούμενος, ὡς καὶ ταῖς πόλεσι ταῖς ἐν Ἰταλίᾳ πρὸς τὴν τῶν παίδων τροφὴν πολλὰ χαρίσασθαι, καὶ τούτους [5] εὐεργετῶν. Πλωτῖνα δὲ γυνὴ αὐτοῦ ὅτε πρῶτον ἐς τὸ παλάτιον ἐσῄει, ἐπὶ τοὺς ἀναβαθμοὺς καὶ πρὸς τὸ πλῆθος μεταστραφεῖσα εἶπετοιαύτη μέντοι ἐνταῦθα ἐσέρχομαι οἵα καὶ ἐξελθεῖν βούλομαι.’ καὶ οὕτω γε ἑαυτὴν διὰ πάσης τῆς ἀρχῆς διήγαγεν ὥστε μηδεμίαν ἐπηγορίαν σχεῖν.” Xiph. 226, 18-229, 29 R. St. “ ”

1 au)toi=s Sylb., au)tou\s *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: