previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. ὅτι Ἄστιγγοι, ὧν Ῥᾶός τε καὶ Ῥάπτος ἡγοῦντο, ἦλθον μὲν ἐς τὴν Δακίαν οἰκῆσαι 1 ἐλπίδι τοῦ καὶ χρήματα καὶ χώραν ἐπὶ συμμαχίᾳ λήψεσθαι, μὴ τυχόντες δὲ αὐτῶν παρακατέθεντο τὰς γυναῖκας καὶ τοὺς παῖδας τῷ Κλήμεντι ὡς καὶ τὴν τῶν Κοστουβώκων χώραν τοῖς ὅπλοις κτησόμενοι, νικήσαντες δὲ ἐκείνους καὶ τὴν Δακίαν [2] οὐδὲν ἧττον ἐλύπουν. δείσαντες δὲ οἱ Λάκριγγοι 2 μὴ καὶ Κλήμης φοβηθείς σφας ἐς τὴν γῆν ἣν [p. 16] αὐτοὶ ἐνῴκουν ἐσαγάγῃ, ἐπέθεντο αὐτοῖς μὴ προσδεχομένοις καὶ πολὺ ἐκράτησαν, ὥστε μηδὲν ἔτι πολέμιον τοὺς Ἀστίγγους πρὸς τοὺς Ῥωμαίους πρᾶξαι, πολλὰ δὲ δὴ τὸν Μᾶρκον ἱκετεύσαντας χρήματά τε παρ᾽ αὐτοῦ λαβεῖν καὶ χώραν γε ἀπαιτῆσαι, ἄν γέ τι κακὸν τοὺς [3] τότε πολεμοῦντάς οἱ δράσωσι. καὶ οὗτοι μὲν ἔπραξάν τι ὧν ὑπέσχοντο, Κοτινοὶ δὲ ἐπηγγείλαντο 3 μὲν 4 αὐτοῖς ὅμοια, Ταρρουτήνιον 5 δὲ Πάτερνον τὸν τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διὰ χειρὸς ἔχοντα παραλαβόντες ὡς καὶ ἐπὶ τοὺς Μαρκομάνους αὐτῷ συστρατεύσοντες 6 οὐ μόνον οὐκ ἐποίησαν τοῦτο, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον δεινῶς ἐκάκωσαν, καὶ μετὰ ταῦτα ἀπώλοντο.” Exc. UG 58 (p. 408). “ ”

1 oi)kh=sai corrupt; Bs. Suggests panoikhsi/a| (‘sith their entire households’).

2 *la/kriggoi Salmasius, da/gkrigoi MSS.

3 e)phggei/lanto Bk., e)shggei/lanto MSS.

4 me\n supplied by Bk.

5 *tarrouth/nion Reim., tarrou/nion MSS.

6 sustrateu/sontes Leuncl., sustrateu/ontes MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: