previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. ὅτι ἐπρεσβεύσαντο οἱ Ἰάζυγες εἰρήνης δεόμενοι πρὸς Μᾶρκον, οὐ μέντοι καὶ ἔτυχόν τινος: ἄπιστόν τε γὰρ τὸ φῦλον αὐτῶν Μᾶρκος εἰδὼς ὄν, καὶ προσέτι καὶ ὑπὸ τῶν Κουάδων ἀπατηθείς, [2] ἐπίπαν ἐξελεῖν 1 ἠθέλησεν. οἱ γὰρ Κούαδοι οὐχ ὅτι ἐκείνοις τότε συνεμάχησαν, ἀλλὰ καὶ τοὺς Μαρκομάνους πρότερον, ὡς ἔτι ἐπολέμουν, καταφεύγοντας ἐς τὴν σφετέραν ὅτε βιασθεῖεν ἐδέχοντο, καὶ οὔτ᾽ ἄλλο τι ὧν ὡμολογήκεσαν ἐποίουν, οὔτε τοὺς αἰχμαλώτους πάντας ἀπέδοσαν ἀλλ᾽ ὀλίγους, καὶ τούτους οἷς οὔτε ἐς πρᾶσιν οὔτε ἐς [3] ὑπηρεσίαν τινὰ χρήσασθαι ἐδύναντο. εἰ δ᾽ οὖν τινὰς καὶ τῶν ἀκμαζόντων ἀπεδίδοσαν, ἀλλὰ [p. 26] τούς γε 2 συγγενεῖς αὐτῶν οἴκοι κατεῖχον, ἵνα καὶ ἐκεῖνοι πρὸς αὐτοὺς αὐτομολῶσι. καὶ τὸν βασιλέα σφῶν Φούρτιον ἐκβαλόντες 3 Ἀριόγαισον αὐτοὶ ἐφ᾽ ἑαυτῶν βασιλέα σφίσιν ἐστήσαντο. [4] καὶ τούτοις διὰ ταῦτα αὐτοκράτωρ οὔτε ἐκεῖνον ὡς καὶ νόμῳ τινὶ γεγονότα ἐβεβαίωσεν, οὔτε τὰς σπονδάς, καίπερ πέντε μυριάδας αἰχμαλώτων ἀποδώσειν ὑπισχνουμένοις, ἀνενεώσατο.” Exc. UG 59 (p. 409). “ ”

1 e)celei=n Bs., e)celqei=n MSS.

2 ge Rk., te MSS.

3 e)kbalo/ntes Urs., e)kba/llontes MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: