previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

“‘25.

ἐπεὶ δ᾽ οὐκ ἄν ποτε συγκαθεῖναι 1 ἐς τοῦτο Κάσσιος ἐθελήσειε ῾πῶς γὰρ ἂν πιστεύσειέ μοι, ἄπιστος οὕτω περὶ ἐμὲ γεγενημένος;᾿, ὑμᾶς γε, συστρατιῶται, χρὴ θαρρεῖν. οὐ γάρ που κρείττους Κίλικες καὶ Σύροι καὶ Ἰουδαῖοι καὶ Αἰγύπτιοι ὑμῶν οὔτε ἐγένοντό ποτε οὔτε ἔσονται, οὐδ᾽ ἂν μυριάκις πλείους ὑμῶν, ὅσῳ νῦν ἐλάττους [2] εἰσίν, ἀθροισθῶσιν. οὐ μὴν οὐδ᾽ αὐτὸς Κάσσιος, εἰ καὶ τὰ μάλιστα καὶ στρατηγικὸς εἶναι καὶ πολλὰ κατωρθωκέναι δοκεῖ, λόγου τινὸς ἄξιος νῦν ἂν φανείη: οὔτε γὰρ ἀετὸς κολοιῶν καὶ λέων νεβρῶν ἡγησάμενος ἀξιόμαχος γίγνεται, καὶ τὸν Ἀραβικὸν τόν τε Παρθικὸν ἐκεῖνον πόλεμον οὐ Κάσσιος ἀλλ᾽ ὑμεῖς κατειργάσασθε. [3] ἄλλως τε, εἰ καὶ ἐκεῖνος ἐκ τῶν πρὸς Πάρθους πραχθέντων εὐδόκιμός ἐστιν, ἔχετε καὶ ὑμεῖς Οὐῆρον, ὃς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον αὐτοῦ καὶ ἐνίκησε πλεῖστα 2 καὶ κατεκτήσατο. ἀλλὰ τάχα μὲν καὶ ἤδη μετανενόηκε, ζῶντά με μεμαθηκώς: οὐ γάρ που καὶ ἄλλως ὡς τετελευτηκότος μου τοῦτ᾽ ἐποίησεν. ἂν δὲ καὶ ἐπὶ πλεῖον ἀντίσχῃ, ἀλλ᾽ ὅταν γε καὶ προσιόντας ἡμᾶς πύθηται, πάντως γνωσιμαχήσει, καὶ ὑμᾶς φοβηθεὶς καὶ ἐμὲ αἰδεσθείς.

’”

1 sugkaqei=nai R. Steph., sugkataqei=nai *wC.

2 plei=sta Bk., plei/w *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: