previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

33. ἐπειδὴ δὲ τὰ Σκυθικὰ αὖθις αὐτοῦ ἐδεήθη, γυναῖκα τῷ υἱεῖ θᾶττον δι᾽ αὐτὰ ἐβούλετο Κρισπῖναν συνῴκισεν: οἱ γὰρ Κυιντίλιοι οὐκ ἠδυνήθησαν, καίπερ δύο τε ὄντες καὶ φρόνημα καὶ ἀνδρίαν ἐμπειρίαν τε πολλὴν ἔχοντες, τὸν πόλεμον παῦσαι, καὶ 1 διὰ τοῦτ᾽ ἀναγκαίως [2] αὐτοὶ οἱ αὐτοκράτορες ἐξεστράτευσαν. δὲ Μᾶρκος καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε τὴν βουλήν, οὐχ ὅτι μὴ ἔκειντο ἐπὶ τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ, ἀλλ᾽ ὅτι Μᾶρκος πάντα τῆς βουλῆς καὶ τοῦ δήμου καὶ αὐτὰ καὶ τἆλλα ἔλεγεν εἶναι: ‘ἡμεῖς γάρ,’ ἔφη πρὸς τὴν βουλὴν λέγων, ‘οὕτως οὐδὲν ἴδιον ἔχομεν ὥστε καὶ ἐν τῇ [3] ὑμετέρᾳ 2 οἰκίᾳ οἰκοῦμεν.’ ταῦτά τε εἰπών, καὶ τὸ δόρυ τὸ αἱματῶδες παρὰ τῷ Ἐνυείῳ ἐς τὸ [p. 58] πολέμιον δὴ χωρίον, ὥς γε καὶ τῶν συγγενομένων αὐτῷ ἤκουσα, ἀκοντίσας ἐξωρμήθη, καὶ τῷ Πατέρνῳ δοὺς χεῖρα μεγάλην ἔπεμψεν αὐτὸν ἐς τὸν τῆς μάχης ἀγῶνα. καὶ οἱ βάρβαροι ἀντέτειναν μὲν διὰ τῆς ἡμέρας ἁπάσης, κατεκόπησαν

1 kai\ R. Steph., ka)\n *wC.

2 u(mete/ra| R. Steph., h(mete/ra *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: