previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. τοὺς δὲ Ἰάζυγας οἱ Ῥωμαῖοι ἔν τε τῇ γῇ τότε 1 καὶ μετὰ τοῦτο καὶ ἐν τῷ ποταμῷ ἐνίκησαν. λέγω δὲ οὐχ ὅτι ναυμαχία τις ἐγένετο, ἀλλ᾽ ὅτι διὰ τοῦ Ἴστρου πεπηγότος φεύγουσί σφισιν ἐπακολουθήσαντες καὶ ἐκεῖ ὡς ἐν ἠπείρῳ ἐμαχέσαντο. [2] αἰσθόμενοι γὰρ οἱ Ἰάζυγες ὅτι ἐπιδιώκονται, ὑπέστησαν αὐτοὺς ἐλπίσαντες ῥᾳδίως ἅτε καὶ ἀήθεις τοῦ κρυστάλλου ὄντας κατεργάσεσθαι, 2 καὶ οἱ μὲν κατὰ πρόσωπον αὐτοῖς συνέρραξαν, οἱ δὲ ἐκ τῶν πλαγίων παριππεύσαντες: οἱ γὰρ ἵπποι σφῶν δεδιδαγμένοι καὶ ἐν τῷ τοιούτῳ θεῖν [3] ἀσφαλῶς ἦσαν. ἰδόντες δὲ τοῦτο οἱ Ῥωμαῖοι οὐκ ἐφοβήθησαν, ἀλλὰ συστραφέντες καὶ πᾶσιν ἅμα αὐτοῖς ἀντιμέτωποι γενόμενοι τάς τε ἀσπίδας [p. 24] οἱ πλείους ἔθηκαν, καὶ τὸν ἕτερον πόδα ἐπ᾽ αὐτῶν, ὅπως ἧττον ὀλισθαίνωσιν, ἀπερείσαντες ἐδέξαντό σφας προσπεσόντας, καὶ ἀντιλαμβανόμενοι οἱ μὲν τῶν χαλινῶν οἱ δὲ τῶν ἀσπίδων τῶν τε [4] κοντῶν ἐπεσπῶντο αὐτούς, κἀκ τούτου συμπλεκόμενοι κατέβαλλον καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους: ἐκ γάρ τοι τῆς βίας οὐκέτ᾽ ἀντέχειν πρὸς τὸν ὄλισθον ἐδύναντο. ὠλίσθαινον μὲν γὰρ καὶ οἱ Ῥωμαῖοι: ἀλλ᾽ εἴθ᾽ ὕπτιός τις αὐτῶν ἔπεσε, συνεφείλκετο τὸν ἀντίπαλον καὶ τοῖς ποσὶν ἐς τοὐπίσω ἀνερρίπτει ὥσπερ ἐν πάλῃ, [5] καὶ οὕτως ἐπάνωθεν αὐτοῦ ἐγίγνετο: εἴτε καὶ ἐπὶ στόμα, κατελάμβανεν αὐτὸν προκαταπίπτοντα αὐτῷ τῷ στόματι. οἱ γὰρ βάρβαροι καὶ ἄπειροι τοιουτοτρόπου 3 ἀγωνίας καὶ 4 κουφότεροι ὄντες οὐχ οἷοί τε ἦσαν ἀντέχειν, ὥστε καὶ ἀπὸ πολλῶν ὀλίγοι διέφυγον.” Xiph. 250, 7-251, 22 R. St. “ ”

1 to/te Bk., pote\ to/te *wC.

2 katerga/sesqai Dind., katerga/sasqai *wC.

3 toioutotro/pou Sylb., toioutotro/pws *wC.

4 kai\ supplied by Reim.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: