previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. οὕτω μὲν ἐς τὴν ἀρχὴν Περτίναξ κατέστη, καὶ ἔλαβε τάς τε ἄλλας ἐπικλήσεις τὰς προσηκούσας καὶ ἑτέραν ἐπὶ τῷ δημοτικὸς εἶναι βούλεσθαι: πρόκριτος γὰρ τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. καὶ εὐθὺς ἐς κόσμον, ὅσα πρὶν πλημμελῶς εἶχε καὶ ἀτάκτως, καθίστατο: [2] φιλανθρωπία τε γὰρ καὶ χρηστότης καὶ οἰκονομία βελτίστη καὶ πρόνοια τοῦ κοινοῦ ἐπιμελεστάτη περὶ τὸν αὐτοκράτορα διεδείκνυτο. τά τε γὰρ ἄλλα, ὅσα ἂν ἀγαθὸς αὐτοκράτωρ, ἔπραττεν Περτίναξ, καὶ τὴν ἀτιμίαν ἀφεῖλε τῶν ἀδίκως πεφονευμένων, καὶ προσέτι καὶ ἐπώμοσε [3] μηδέποτε τοιαύτην δίκην προσδέξεσθαι. 1 καὶ [p. 132] αὐτίκα οἱ μὲν τοὺς συγγενεῖς οἱ δὲ τοὺς φίλους ἀνεκάλουν μετὰ δακρύων ὁμοῦ καὶ χαρᾶς: οὐδὲ γὰρ οὐδὲ τοῦτο πρὶν ἐξῆν ποιεῖν: καὶ μετὰ ταῦτα ἀνορύττοντες τὰ σώματα, οἱ μὲν ὁλόκληρα οἱ δὲ μέρη, ὥς που ἕκαστον αὐτῶν τοῦ ὀλέθρου τοῦ χρόνου εἶχεν, εὐθέτουν καὶ ἐς τὰ προγονικὰ μνημεῖα ἀπετίθεντο. [4] τοσαύτη δ᾽ ἄρα τότε τὸ βασίλειον εἶχεν ἀχρηματία ὥστε πέντε καὶ εἴκοσι μυριάδες δραχμῶν μόναι εὑρέθησαν. χαλεπῶς δ᾽ οὖν Περτίναξ ἔκ τε τῶν εἰκόνων καὶ τῶν ὅπλων τῶν τε ἵππων καὶ ἐπίπλων καὶ τῶν παιδικῶν τῶν τοῦ Κομμόδου ἀγείρας ἀργύριον, τοῖς τε δορυφόροις ἔδωκεν ὄσα ὑπέσχητο, 2 καὶ τῷ δήμῳ [5] καθ᾽ ἑκατὸν 3 δραχμάς. σύμπαντα γὰρ ὅσα Κόμμοδος ἐπί τε τῇ τρυφῇ καὶ ἐς ὁπλομαχίαν καὶ ἐς ἁρματηλασίαν ἐκέκτητο, ἐς τὸ πωλητήριον ἐξετέθη, τὸ μὲν πλεῖστον πράσεως ἕνεκα, ἤδη δὲ καὶ ἐς ἐπίδειξιν τῶν τε ἔργων αὐτοῦ καὶ τῶν διαιτημάτων, καὶ προσέτι καὶ ἐς ἔλεγχον τῶν ὠνησομένων αὐτά.” Xiph. 284, 12-285, 19 R. St. “ ”

1 au)to/ Reim., au)tw= *wC.

2 u(pe/sxhto Bk., u(pe/sxeto *wC Zon.

3 e(kato/n Zon., e(/kaston *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: