previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. ἐπεὶ οὖν οὔτε τοῖς στρατιώταις ἁρπάζειν οὔτε τοῖς Καισαρείοις ἀσελγαίνειν ἔτι ἐξῆν, δεινῶς οὗτοι ἐμίσουν αὐτόν. ἀλλ᾽ οἱ μὲν Καισάρειοι οὐδέν, ἅτε καὶ ἄοπλοι 1 ὄντες, ἐνεωτέρισαν, οἱ δὲ δὴ στρατιῶται οἱ δορυφόροι καὶ [2] Λαῖτος ἐπεβούλευσαν αὐτῷ. καὶ πρῶτα μὲν τὸν ὕπατον Φάλκωνα, ὅτι καὶ γένει καὶ χρήμασιν ἤκμαζεν, αὐτοκράτορα 2 ἐπιλέγονται, καὶ ἐς τὸ στρατόπεδον αὐτὸν ἐσάξειν, τοῦ Περτίνακος ἐπὶ τῇ θαλάσσῃ τὴν τοῦ σίτου παρασκευὴν ἐξετάζοντος, [3] ἤμελλον. μαθὼν δὲ τοῦτ᾽ ἐκεῖνος σπουδῇ ἐς τὴν πόλιν ἦλθε, καὶ παρελθὼν ἐς τὴν γερουσίαν ἔφη: ‘οὐ χρὴ ὑμᾶς ἀγνοεῖν, πατέρες, ὅτι πέντε που καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρὼν τοσοῦτον τοῖς στρατιώταις διένειμα ὅσον 3 Μᾶρκός τε καὶ Λούκιος, οἷς ἑξακισμύριαι καὶ ἑπτακισχίλιαι καὶ πεντακόσιαι [4] μυριάδες κατελείφθησαν. ἀλλ᾽ αἴτιοι τῆς ἀχρηματίας ταύτης οἱ θαυμαστοὶ Καισάρειοι γεγόνασι.’ καὶ ἐψεύσατο μὲν Περτίναξ ὅτι ἐπ᾽ ἴσης τῷ Λουκίῳ καὶ τῷ Μάρκῳ τοῖς στρατιώταις ἐδωρήσατο ῾οἱ 4 μὲν γὰρ ἐς πεντακισχιλίας δὲ ἐς τρισχιλίας αὐτοῖς ἐδεδώκεἰ, οἱ δὲ δὴ στρατιῶται καὶ οἱ Καισάρειοι παρόντες ἐν τῷ συνεδρίῳ ῾πάμπολλοι δὲ ἦσαν᾽ δεινῶς ἠγανάκτησαν [5] καὶ φοβερόν τι διετονθόρυσαν. μελλόντων [p. 138] δὲ ἡμῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος, καὶ ἤδη γε αὐτὸν πολέμιον ὀνομαζόντων, ἀναστὰς Περτίναξ καὶ ἀνακραγώνμὴ γένοιτοἔφημηδένα βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι.’ καὶ μὲν οὕτως ἐσώθη, καὶ 5 εὐλαβηθεὶς καὶ αἰδεσθεὶς τὸν λειπόμενον χρόνον ἐν ἀγρῷ διῆγεν. ”

1 a)/oploi Blancus (in vers.), a(/ploi *w, a(ploi= C.

2 au)tokra/tora St., ei)s au)tokra/tora *wC.

3 o(/son Leuncl., w(/ste *wC.

4 oi( Naber, o( *wC.

5 kai/ supplied by Bs.; (o( de\ *fla/kkos' eu)labhqei/s ... dih=gen Petr. Patr., om. wC cod. Peir.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: