previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. δὲ Λαῖτος παραλαβὼν τὴν κατὰ τὸν Φάλκωνα ἀφορμήν, πολλοὺς τῶν στρατιωτῶν ὡς καὶ ἐκείνου κελεύοντος διέφθειρεν. οἱ δὲ λοιποὶ τοῦτο αἰσθόμενοι, καὶ φοβηθέντες μὴ καὶ [2] αὐτοὶ προσαπόλωνται, ἐθορύβησαν: διακόσιοι δὲ οἱ τῶν ἄλλων θρασύτεροι καὶ ἐς τὸ παλάτιον τὰ ξίφη ἀνατετακότες ὥρμησαν. οὐδὲ ἔγνω πρότερον προσιόντας Περτίναξ αὐτοὺς πρὶν ἄνω γενέσθαι: τότε δὲ γυνὴ αὐτοῦ ἐσδραμοῦσα [3] ἐμήνυσεν αὐτῷ τὸ γενόμενον. μαθὼν οὖν ταῦτ᾽ ἐκεῖνος πρᾶγμα εἴτ᾽ οὖν γενναῖον εἴτε ἀνόητον, εἴθ᾽ ὅπως τις αὐτὸ 1 ὀνομάσαι ἐθέλει, ἔπραξε. δυνηθεὶς γὰρ ἂν μάλιστα μὲν ἀποκτεῖναι τοὺς ἐπελθόντας ῾τῇ τε γὰρ νυκτερινῇ φυλακῇ καὶ τοῖς ἱππεῦσιν ὥπλιστο, καὶ ἦσαν καὶ ἄλλοι ἐν [4] τῷ παλατίῳ τότε ἄνθρωποι πολλοί᾽, εἰ δὲ μή, κατακρυφθῆναί γε καὶ διαφυγεῖν ποι τάς τε πύλας τοῦ παλατίου καὶ τὰς ἄλλας τὰς διὰ μέσου θύρας κλείσας, τούτων μὲν οὐδέτερον ἐποίησεν, ἐλπίσας δὲ καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν ἀκουσθεὶς ἀπήντησε τοῖς προσιοῦσιν ἐν τῇ οἰκίᾳ ἤδη οὖσιν: οὔτε γὰρ τῶν συστρατιωτῶν τις αὐτοὺς εἶρξε, καὶ οἱ πυλωροὶ οἵ τε [p. 140] ἄλλοι Καισάρειοι οὐχ ὅτι τι συνέκλεισαν, ἀλλὰ

1 au)to/ H. Steph., au)to/n *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: