previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. τοῦτο μὲν οὕτως ἔχει, Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σεουήρῳ καὶ τὴν ἐπαρχικὴν ἔχων ἐξουσίαν, πλεῖστά τε ἀνθρώπων καὶ μέγιστα δυνηθείς, πολλοὺς μὲν τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῷ ἐθανάτωσε...” Xiph. 311, 14-32 R. St.[2] ὅτι Πλαυτιανὸς τὸν Αἰμίλιον Σατορνῖνον ἀποκτείνας τῶν ἄλλων τῶν μετ᾽ αὐτῶν ἀρξάντων τοῦ δορυφορικοῦ πάντα τὰ ἰσχυρότατα περιέκοψεν, [p. 228] ὅπως μηδεὶς φρόνημα ἀπὸ τῆς προστασίας αὐτῶν σχὼν τῇ τῶν σωματοφυλάκων ἡγεμονίᾳ ἐφεδρεύσῃ: ἤδη γὰρ οὐχ ὅπως μόνος ἀλλὰ καὶ [3] ἀθάνατος ἔπαρχος εἶναι ἤθελεν. ἐπεθύμει τε πάντων καὶ πάντα παρὰ πάντων ᾔτει καὶ πάντα ἐλάμβανε, καὶ οὔτε ἔθνος οὐδὲν οὔτε πόλιν οὐδεμίαν ἀσύλητον εἴασεν, ἀλλὰ πάντα δὴ πανταχόθεν ἥρπαζε καὶ συνεφόρει: καὶ πολὺ πλείονα αὐτῷ τῷ Σεουήρῳ ἅπαντες ἔπεμπον. 1 καὶ τέλος ἵππους Ἡλίῳ ἱεροὺς 2 τιγροειδεῖς ἐκ τῶν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ νήσων, πέμψας ἑκατοντάρχους, [4] ἐξέκλεψεν: ἓν γὰρ τοῦτο εἰπὼν πᾶσαν αὐτοῦ καὶ τὴν περιεργίαν καὶ τὴν ἀπληστίαν δεδηλωκέναι νομίζω. καίτοι καὶ ἐκεῖνο προσθήσω, ὅτι ἀνθρώπους ἑκατὸν εὐγενεῖς 3 Ῥωμαίους ἐξέτεμεν οἴκοι, καὶ τοῦτο οὐδεὶς ἡμῶν πρὸ τοῦ τελευτῆσαι αὐτὸν ᾔσθετο: πᾶσαν γὰρ ἐκ τούτου τήν τε παρανομίαν αὐτοῦ καὶ ἐξουσίαν ἄν τις καταμάθοι. ἐξέτεμε δὲ οὐ παῖδας μόνον οὐδὲ 4 μειράκια, ἀλλὰ καὶ [5] ἄνδρας, καὶ ἔστιν οὓς αὐτῶν καὶ γυναῖκας ἔχοντας, ὅπως Πλαυτίλλα 5 θυγάτηρ αὐτοῦ, ἣν Ἀντωνῖνος μετὰ ταῦτ᾽ ἔγημε, δι᾽ εὐνούχων τήν τε ἄλλην θεραπείαν καὶ τὰ περὶ τὴν μουσικὴν τήν τε λοιπὴν θεωρίαν ἔχῃ. καὶ εἴδομεν τοὺς αὐτοὺς ἀνθρώπους εὐνούχους τε καὶ ἄνδρας, καὶ πατέρας καὶ ἀόρχεις, 6 ἐκτομίας τε καὶ [6] πωγωνίας. ἀφ᾽ οὗ δὴ οὐκ ἀπεικότως ὑπὲρ πάντας τὸν Πλαυτιανόν, καὶ ἐς αὐτοὺς τοὺς αὐτοκράτορας, [p. 230] ἰσχῦσαι ἄν τις εἴποι. τά τε γὰρ ἄλλα καὶ ἀνδριάντες αὐτοῦ καὶ 7 εἰκόνες οὐ μόνον πολλῷ [7] πλείους ἀλλὰ καὶ μείζους τῶν ἐκείνων, οὐδ᾽ ἐν ταῖς ἄλλαις πόλεσι μόνον ἀλλὰ καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ, οὐδ᾽ ὑπ᾽ ἰδιωτῶν δήμων μόνον ἀλλὰ καὶ ὑπ᾽ αὐτῆς τῆς γερουσίας ἀνετίθεντο: τήν τε τύχην αὐτοῦ πάντες οἱ στρατιῶται καὶ οἱ βουλευταὶ ὤμνυσαν, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ δημοσίᾳ ἅπαντες ηὔχοντο.” Xiph. 312, 1-23 R. St., Exc. Val. 347 (p. 737 s#3.). “ ”

1 kai\ polu\ — e)/pempon R. Steph., kai\ polloi\ plei/ona au)tw= h)\ tw= *seuh/rw a(/pantes e)/pempon *wC, polla\ ga\r kai\ polu\ plei/wna au)tw= h)\ tw= *sebh/rw e)/pempon cod. Peir.

2 i(erou\s supplied by Rk.

3 eu)genei=s *wC, suggenei=s cod. Peir.

4 ou)de\ Bk., ou)/te *w cod. Peir., ei)/te C.

5 *plauti/lla cod. Peir., plauti/a *wC.

6 pate/ras kai\ a)o/rxeis Sylb., pate/ras kai\ a)o/rxas cod. Peir., pate/ras a)o/rxeis V.

7 kai\ supplied by Sylb.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: