previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. αἴτιος δὲ τούτων αὐτὸς Σεουῆρος μάλιστ᾽ ἐγένετο, ὃς οὕτως αὐτῷ ὑπεῖκεν ἐς πάντα ὥστ᾽ ἐκεῖνον μὲν ἐν αὐτοκράτορος αὐτὸν δὲ ἐν ἐπάρχου 1 μοίρᾳ εἶναι: τά τε γὰρ ἄλλα καὶ μὲν πάνθ᾽ ἁπλῶς ὅσα Σεουῆρος καὶ ἔλεγε καὶ ἔπραττεν ᾔδει, τῶν δὲ δὴ τοῦ Πλαυτιανοῦ ἀπορρήτων [2] οὐδεὶς οὐδὲν ἠπίστατο. τήν τε θυγατέρα αὐτοῦ τῷ υἱεῖ ἐμνήστευσε, πολλὰς καὶ σεμνὰς κόρας παραλιπών, ὕπατόν τε ἀπέδειξε, καὶ διάδοχον τῆς αὐταρχίας ὡς εἰπεῖν ἔχειν ηὔξατο, καί ποτε καὶ ἐπέστειλε: ‘φιλῶ τὸν ἄνδρα ὥστε καὶ εὔχεσθαι προαποθανεῖν αὐτοῦ.’” Xiph. 312, 23-31 R. St.[2α] ... ὥστε ... καί τινα τολμῆσαι γράφειν 2 πρὸς αὐτόν, πρὸς τέταρτον Καίσαρα.” Petr. Patr. exc. Vat. 132b (p. 227 Mai.=p. 211, 7-8 Dind.)[2β] ὅτι καὶ πολλῶν εἰς τιμὴν αὐτοῦ ψηφισθέντων παρὰ τῆς συγκλήτου ὀλίγα ἐδέξατο εἰπὼν αὐτοῖς ὅτιταῖς ψυχαῖς με φιλεῖτε καὶ μὴ τοῖς ψηφίσμασιν.’” Petr. Patr. exc. Vat. 133 (p. 227 Mai.= p. 211, 9-11 Dind.)[p. 232] [3] ἠνείχετό γέ τοι ὁρῶν καὶ ἐν ταῖς καταλύσεσιν αὐτὸν ταῖς κρείττοσιν αὐλιζόμενον καὶ τὰ ἐπιτήδεια καὶ ἀμείνω καὶ ἀφθονώτερα αὑτοῦ 3 ἔχοντα, ὥστε δεηθείς ποτε ἐν τῇ Νικαίᾳ τῇ πατρίδι μου κεστρέως, οὓς λίμνη μεγάλους ἐκτρέφει, παρ᾽ [4] ἐκείνου μετεπέμψατο. ὅθεν εἰ καί τι ἐπὶ μειώσει τῆς δυναστείας αὐτοῦ ποιεῖν ἐδόκει, ἀλλ᾽ ἔκ γε τῶν ἐναντίων, πολὺ καὶ μειζόνων καὶ λαμπροτέρων ὄντων, καὶ ἐκεῖνο πᾶν ἀπημβλύνετο. ποτὲ γοῦν τοῦ Σεουήρου ἐν Τυάνοις νοσήσαντα αὐτὸν ἐπισκεπτομένου, οἱ στρατιῶται οἱ περὶ τὸν Πλαυτιανὸν ὄντες οὐκ εἴασαν τοὺς ἀκολουθοῦντας [5] αὐτῷ συνεσελθεῖν: τε 4 τὰς δίκας τὰς ἐπ᾽ αὐτοῦ λεγομένας διατάττων κελευσθείς ποτε ὑπὸ τοῦ Σεουήρου ἀργοῦντος δίκην τινὰ ἐσαγαγεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτιοὐ δύναμαι τοῦτο ποιῆσαι, [6] ἂν μὴ Πλαυτιανός μοι κελεύσῃ.’ καὶ οὕτω καὶ ἐς τὰ ἄλλα πάντα Πλαυτιανὸς αὐτοῦ κατεκράτει ὥστε καὶ τὴν Ἰουλίαν τὴν Αὔγουσταν πολλὰ καὶ δεινὰ ἐργάσασθαι: πάνυ γὰρ αὐτῇ ἤχθετο, καὶ σφόδρα αὐτὴν πρὸς τὸν Σεουῆρον ἀεὶ διέβαλλέν, ἐξετάσεις τε κατ᾽ αὐτῆς καὶ [7] βασάνους κατ᾽ εὐγενῶν γυναικῶν ποιούμενος. καὶ μὲν αὐτή τε φιλοσοφεῖν διὰ ταῦτ᾽ ἤρξατο καὶ σοφισταῖς συνημέρευεν: δὲ δὴ Πλαυτιανὸς ἀσωτότατός τε ἀνθρώπων γενόμενος, ὥστε καὶ εὐωχεῖσθαι ἅμα καὶ ἐμεῖν, ἐπεὶ μηδὲν ὑπὸ τοῦ πλήθους τῶν τε σιτίων καὶ τοῦ οἴνου πέψαι ἐδύνατο, καὶ τοῖς μειρακίοις ταῖς τε κόραις οὐκ ἄνευ διαβολῆς χρώμενος, τῇ γυναικὶ τῇ ἑαυτοῦ [p. 234] οὔθ᾽ ὁρᾶν τινὰ οὔθ᾽ ὁρᾶσθαι τὸ παράπαν, οὐδ᾽ ὑπὸ τοῦ Σεουήρου τῆς Ἰουλίας, μήτι γε ἑτέρων τινῶν, ἐπέτρεπεν.” Xiph. 312, 31-313, 21 R. St., Exc. Val. 348=Suid. s. v. *)iouli/a *au)gou/sta, Exc. Val. 349 (p. 738 s#3.). “ ”

1 e)pa/rxou C, u(pa/rxou V.

2 gra/fein Mai, gra/yein cod.

3 au(tou= Reim., au)tou= *wC.

4 o(/ te Sylb., o(/ti *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: