previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. δὲ δὴ ἀγὼν τῷ τε Σεουήρῳ καὶ τῷ Ἀλβίνῳ 1 πρὸς τῷ Λουγδούνῳ τοιόσδε ἐγένετο. πεντεκαίδεκα μὲν μυριάδες στρατιωτῶν συναμφοτέροις ὑπῆρχον, παρῆσαν δὲ καὶ ἀμφότεροι τῷ πολέμῳ ἅτε περὶ ψυχῆς θέοντες, καίτοι τοῦ Σεουήρου [2] μηδεμιᾷ πω μάχῃ ἑτέρᾳ παραγεγονότος. ἦν δὲ μὲν Ἀλβῖνος καὶ τῷ γένει καὶ τῇ παιδείᾳ προήκων, ἅτερος δὲ τὰ 2 πολέμια κρείττων καὶ δεινὸς στρατηγῆσαι. συνέβη δὲ τὸν Ἀλβῖνον προτέρᾳ μάχῃ νικῆσαι τὸν Λοῦπον τῶν τοῦ Σεουήρου στρατηγῶν ὄντα, καὶ πολλοὺς τῶν σὺν αὐτῷ διαφθεῖραι στρατιωτῶν. δὲ τότε ἀγὼν [3] πολλὰς ἔσχεν ἰδέας τε καὶ τροπάς. τὸ μὲν γὰρ λαιὸν κέρας τοῦ Ἀλβίνου ἡττήθη τε καὶ κατέφυγεν ἐς τὸ ἔρυμα, καὶ οἱ Σεουήρειοι στρατιῶται διώκοντες συνεσέπεσον, καὶ ἐκείνους τε ἐφόνευον [p. 208] καὶ τὰς σκηνὰς διήρπαζον. ἐν δὲ τούτῳ οἱ περὶ τὸ δεξιὸν κέρας τεταγμένοι τοῦ Ἀλβίνου στρατιῶται, κρυπτὰς τάφρους ἔχοντες πρὸ αὑτῶν 3 καὶ ὀρύγματα γῇ ἐπιπολαίως κεκαλυμμένα, μέχρι μὲν ἐκείνων προῄεσαν καὶ ἠκόντιζον πόρρωθεν, περαιτέρω δὲ οὐ προεχώρουν, ἀλλὰ καὶ ὡς δεδιότες ἀνέστρεφον, ὅπως ἐπισπάσωνται τοὺς [4] ἐναντίους ἐς δίωξιν: δή ποτε καὶ ἐγένετο. ἀγανακτήσαντες γὰρ οἱ Σεουήρειοι πρὸς τὴν δι᾽ ὀλίγου αὐτῶν ἐξόρμησιν, καὶ καταφρονήσαντες αὖ πρὸς τὴν ἐκ βραχέος ἀνάφευξιν, ὥρμησαν ἐπ᾽ αὐτοὺς ὡς καὶ παντὸς τοῦ μεταιχμίου σφῶν ἐμβατοῦ ὄντος, καὶ γενόμενοι κατὰ τὰς τάφρους [5] παθήματι δεινῷ συνηνέχθησαν: οἵ τε γὰρ πρωτοστάται καταρραγέντων εὐθὺς τῶν ἐξ ἐπιπολῆς ἐπικειμένων ἐς τὰ ὀρύγματα ἐνέπεσον, καὶ οἱ ἐπιτεταγμένοι σφίσιν ἐμπίπτοντες αὐτοῖς ἐσφάλλοντο καὶ κατέπιπτον, καὶ οἱ λοιποὶ δείσαντες ἀνεχώρουν ὀπίσω καὶ ἅτε ἐξαίφνης ἀναστρεφόμενοι αὐτοί τε ἔπταιον καὶ τοὺς οὐραγοῦντας ἀνέτρεπον, ὥστε καὶ ἐς φάραγγα αὐτοὺς βαθεῖαν [6] συνῶσαι. ἐγένετο 4 δὴ τούτων τε καὶ τῶν ἐς τὰς τάφρους πεσόντων φόνος πολὺς ἀναμὶξ ἵππων τε καὶ ἀνδρῶν. ἐν δὲ τῷ θορύβῳ τούτῳ καὶ οἱ μεταξὺ τῆς τε φάραγγος καὶ τῶν τάφρων βαλλόμενοί τε καὶ τοξευόμενοι διεφθείροντο. ἰδὼν δὲ ταῦτα Σεουῆρος ἐπεκούρησε μὲν αὐτοῖς μετὰ τῶν δορυφόρων, τοσούτου δὲ ἐδέησεν αὐτοὺς ὠφελῆσαι ὥστε καὶ τοὺς δορυφόρους ὀλίγου δεῖν προσαπώλεσε καὶ αὐτὸς τὸν ἵππον ἀποβαλὼν [7] ἐκινδύνευσεν. ὡς δὲ εἶδε φεύγοντας πάντας τοὺς [p. 210] ἑαυτοῦ, τὴν χλαμύδα περιρρηξάμενος καὶ τὸ ξίφος σπασάμενος ἐς τοὺς φεύγοντας ἐσεπήδησεν, ὅπως αἰσχυνθέντες ὑποστρέψωσιν καὶ αὐτὸς αὐτοῖς συναπόληται. ἔστησαν γοῦν τινὲς τοιοῦτον αὐτὸν ἰδόντες καὶ ὑπέστρεψαν, κἀν τούτῳ τοῖς ἐφεπομένοις σφίσιν ἐναντίοι ἐξαίφνης φανέντες συχνοὺς μὲν ἐκείνων ὡς καὶ Ἀλβινείους κατέκοψαν, πάντας δὲ τοὺς ἐπιδιώκοντάς σφας [8] ἔτρεψαν. καὶ αὐτοῖς ἐνταῦθα ἱππεῖς ἐκ πλαγίου οἱ μετὰ τοῦ Λαίτου ἐπιγενόμενοι τὸ λοιπὸν ἐξειργάσαντο. γὰρ Λαῖτος, ἕως μὲν ἀγχωμάλως ἠγωνίζοντο, περιεωρᾶτο 5 ἐλπίζων ἐκείνους τε ἀμφοτέρους ἀπολεῖσθαι καὶ ἑαυτῷ τὸ κράτος τοὺς λοιποὺς στρατιώτας ἑκατέρωθεν δώσειν, ἐπεὶ δὲ εἶδεν ἐπικρατέστερα τὰ τοῦ Σεουήρου γενόμενα, προσεπελάβετο τοῦ ἔργου. ”

1 *)albi/nw| R. St., a)lbianw= *wC.

2 ta\ supplied by Rk.

3 au(tw=n R. Steph., au)tw=n *wC.

4 e)ge/neto H. Steph., e)ge/nonto *wC.

5 periewra=to C, periwra=to *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: