previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. καὶ τὰ μὲν ἐκείνου, ὅπως ποτ᾽ ἂν καὶ ὀνομάσῃ τις αὐτόν, οὕτως ἔσχεν: ἐμοὶ δὲ δή, καὶ πρὶν ἐς τὴν μοναρχίαν καταστῆναι, προεδηλώθη τρόπον τινὰ παρὰ τοῦ πατρὸς αὐτοῦ ὅτι καὶ ταῦτα [p. 360] γράψοιμι. ἐν γὰρ πεδίῳ μεγάλῳ τινὶ πᾶσαν τὴν τῶν Ῥωμαίων δύναμιν ἐξωπλισμένην ὁρᾶν τεθνηκότος αὐτοῦ ἤδη ἔδοξα, καὶ ἐνταῦθα τὸν Σεουῆρον ἐπί τε γηλόφου καὶ ἐπὶ βήματος ὑψηλοῦ καθήμενον [2] διαλέγεσθαί τι αὐτοῖς. καί με προσστάντα 1 ἰδὼν ὅπως τῶν λεγομένων ἀκούσω, ‘δεῦρο,’ ἔφη, ‘Δίων, ἐνταῦθα πλησίον πρόσελθε, ἵνα πάντα καὶ τὰ λεγόμενα καὶ τὰ γιγνόμενα καὶ μάθῃς [3] ἀκριβῶς καὶ συγγράψῃς.’ τοιοῦτος μὲν τοῦ Ταραύτου καὶ βίος καὶ ὄλεθρος ἐγένετο, καὶ αὐτῷ ἐπαπώλοντο μὲν καὶ οἱ τῆς κατ᾽ αὐτοῦ ἐπιβουλῆς μετασχόντες, οἱ μὲν εὐθὺς οἱ δ᾽ οὐ πολλῷ ὕστερον, προσδιεφθάρησαν δὲ οἱ πάνυ ἑταῖροι αὐτοῦ καὶ οἱ Καισάρειοι: οὕτω που φονικῷ δαίμονι καὶ ἐς τοὺς ἐχθροὺς καὶ ἐς τοὺς φίλους συνεκεκλήρωτο.

1 prossta/nta Falc., *p*r*o*s*p(??*)a*n*t*a *w (T by *w2), prosta/nta Xiph.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: