previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. δὲ δὴ Μακρῖνος τὸ μὲν γένος Μαῦρος, ἀπὸ Καισαρείας, γονέων ἀδοξοτάτων ἦν, ὥστε καὶ σφόδρα εἰκότως αὐτὸν τῷ ὄνῳ τῷ 1 ἐς τὸ παλάτιον ὑπὸ τοῦ δαιμονίου ἐσαχθέντι εἰκασθῆναι: τά τε γὰρ ἄλλα καὶ τὸ οὖς τὸ ἕτερον κατὰ τὸ τοῖς [2] πολλοῖς τῶν Μαύρων ἐπιχώριον διετέτρητο: τῇ δὲ ἐπιεικείᾳ καὶ ἐκεῖνο συνεσκίαζεν, τά τε νόμιμα οὐχ οὕτως ἀκριβῶς ἠπίστατο ὡς πιστῶς μετεχειρίζετο. κἀκ τούτου καὶ 2 τῷ Πλαυτιανῷ διὰ φίλου τινὸς συνηγόρημα γνωρισθεὶς τὸ μὲν πρῶτον τῶν ἐκείνου χρημάτων ἐπετρόπευσεν, ἔπειτα συναπολέσθαι οἱ κινδυνεύσας, καὶ παρὰ δόξαν ὑπὸ τοῦ Κίλωνος ἐξαιτησαμένου αὐτὸν [3] σωθείς, πρὸς μὲν τοῦ Σεουήρου τοῖς ὀχήμασι τοῖς [p. 362] κατὰ τὴν Φλαμινίαν ὁδὸν διαθέουσιν ἐπετάχθη, πρὸς δὲ τοῦ Ἀντωνίνου ὀνόματά τινα ἐπιτροπείας ὀλιγοχρονίου λαβὼν ἔπαρχος ἀπεδείχθη, καὶ διῴκησε τὰ τῆς ἡγεμονίας ταύτης ἄριστα καὶ δικαιότατα, ὅσα γε 3 καὶ αὐτογνωμονήσας ἔπραξεν. [4] τοιοῦτος δή τις ὢν καὶ οὕτως αὐξηθεὶς ἔς τε τὸν νοῦν τὴν τῆς αὐταρχίας ἐλπίδα ζῶντος ἔτι τοῦ Ταραύτου, δι᾽ ὅπερ εἶπον, ἐνεβάλετο, καὶ τελευτήσαντος αὐτοῦ φανερῶς μὲν οὔτε ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ταῖς ἔπειτα ταῖς δύο ἐπεβάτευσεν αὐτῆς, ἵνα μὴ καὶ ἐπὶ τοῦτ᾽ αὐτὸν ἀπεκτονέναι δόξῃ, ἀλλὰ ἄναρκτα παντελῶς τὸν χρόνον ἐκεῖνον ἀπ᾽ αὐτοτελοῦς ἄρχοντος τὰ των Ῥωμαίων πράγματα, οὐδ᾽ 4 εἰδότων αὐτῶν τοῦτο, διεγένετο: [5] πέμψας δὲ ὡς ἑκασταχόσε πρὸς τοὺς στρατιώτας τοὺς ἐν μὲν τῇ Μεσοποταμίᾳ διὰ τὸν πόλεμον, μὴ μέντοι καθ᾽ ἓν ὄντας ἀλλ᾽ ἄλλους ἄλλῃ διεσπασμένους, προσηταιρίσατο αὐτοὺς διὰ τῶν ἐπιτηδείων οἱ τά τε ἄλλα ἐπαγγειλάμενος καὶ τοῦ πολέμου, μάλιστα ἐβαρύνοντο, ἀπαλλάξειν [6] ἐπελπίσας. καὶ οὕτω τῇ τετάρτῃ ἡμέρᾳ, τὰ τοῦ Σεουήρου γενέθλια ἦν, αὐτοκράτωρ τε ὑπ᾽

1 tw=| supplied by Sauppe.

2 kai\ Rk., *t*e*k*a*i V.

3 ge Val., TE *w cod. Peir.

4 ou)d' Falc., *o*u*t V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: