previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. ταῦτά τε οὖν αὐτοῦ πολλοὶ ᾐτιῶντο, καὶ ὅτι καὶ τὸν Ἄδουεντον ἐν τοῖς διόπταις τε καὶ ἐρευνηταῖς μεμισθοφορηκότα, καὶ τὴν ἐν αὐτοῖς τάξιν [p. 370] λελοιπότα ἔς τε τοὺς γραμματοφόρους τελέσαντα καὶ πρόκριτον 1 ἀποδειχθέντα καὶ μετὰ τοῦτο ἐς 2 ἐπιτρόπευσιν προαχθέντα, καὶ βουλευτὴν καὶ συνύπατον καὶ πολίαρχον, μήθ᾽ ὁρᾶν ὑπὸ γήρως μήτ᾽ ἀναγιγνώσκειν ὑπ᾽ ἀπαιδευσίας μήτε πράττειν [2] τι ὑπ᾽ ἀπειρίας δυνάμενον, ἀπέφηνεν. ἐτετολμήκει 3 μὲν γὰρ Ἄδουεντος τοῖς στρατιώταις μετὰ τὸν τοῦ Καρακάλλου θάνατον εἰπεῖν ὅτιἐμοὶ μὲν μοναρχία ἅτε καὶ πρεσβεύοντι τοῦ Μακρίνου προσήκει, ἐπεὶ δ᾽ ὑπέργηρώς εἰμι, ἐκείνῳ αὐτῆς ἐξίσταμαι:’ ληρεῖν δέ πως ἔδοξεν, ὥσπερ που καὶ Μακρῖνος τὸ μέγιστον τῆς γερουσίας ἀξίωμα τοιούτῳ ἀνδρὶ δούς, ὅστις οὐδὲ διαλεχθῆναί τινι ἐν τῷ συνεδρίῳ καλῶς ὑπατεύων ἠδυνήθη, καὶ διὰ τοῦτο τῇ τῶν ἀρχαιρεσιῶν [3] ἡμέρᾳ νοσεῖν προσεποιήσατο. ὅθεν οὐκ ἐς μακρὰν τῷ Μαξίμῳ τῷ Μαρίῳ τὴν τῆς πόλεως προστασίαν ἀντ᾽ αὐτοῦ προσέταξε, καθάπερ ἐπὶ τοῦτο μόνον πολίαρχον αὐτὸν ποιήσας ἵνα μιάνῃ τὸ βουλευτήριον, οὐ κατ᾽ ἐκεῖνο μόνον ὅτι ἐν τῷ μισθοφορικῷ ἐστράτευτο καὶ τὰ τῶν δημίων ἔργα καὶ προσκόπων καὶ ἑκατοντάρχων ἐπεποιήκει, [4] ἀλλ᾽ ὅτι καὶ τὴν τῆς πόλεως ἀρχὴν πρὸ τοῦ τῆς ὑπατείας ἔργου εἰλήφει, τοῦτ᾽ ἔστιν πολίαρχος πρότερον βουλευτὴς ἐγεγόνει. ταῦτα γὰρ περὶ αὐτὸν ὥσπερ τὰ καθ᾽ ἑαυτόν, ὅτι τὴν αὐτοκράτορα ἀρχὴν ἱππεύων ἔτι ἡρπάκει, ἐπηλυγασόμενος 4 ἔπραξεν. [p. 372]

1 pro/kriton Hirschfeld, *p*r*o*k*o*i*t*o*n V.

2 e)s Urs., om. w, *e*i*s *w2.

3 e)tetolmh/kei Dind., *t*e*t*o*l*m*h*s*e*i V.

4 e)phlugaso/menos Rk., *e*p*h*l*u*g*a*s*a*m*e*n*o*s V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: