previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. ἐκεῖνά τε οὖν τινὲς αὐτοῦ οὐκ ἀπεικότως ἐμέμφοντο, καὶ ὅτι ἐπάρχους τόν τε Ἰουλιανὸν τὸν Οὔλπιον καὶ Ἰουλιανὸν Νέστορα ἀπέδειξε, μήτ᾽ ἄλλην τινὰ ἀρετὴν ἔχοντας μήτ᾽ ἐν πολλαῖς πράξεσιν ἐξητασμένους, ἀλλὰ καὶ πάνυ περιβοήτους ἐπὶ πονηρίᾳ ἐν τῇ τοῦ Καρακάλλου ἀρχῇ γενομένους διὰ τὸ πολλὰ αὐτῷ τῶν ἀγγελιαφόρων σφᾶς ἡγουμένους πρὸς τὰς ἀνοσίους πολυπραγμοσύνας [2] ὑπηρετῆσαι. ἀλλὰ ταῦτα μὲν ὀλίγοι ἐλογίζοντο καὶ ἀπ᾽ αὐτῶν οὐ καθαρῶς ἐθάρσουν. οἱ δὲ δὴ πλείους τῶν ἰδιωτῶν πρός τε τὴν διὰ βραχέος παρ᾽ ἐλπίδα τοῦ Ταραύτου ἀπαλλαγὴν καὶ πρὸς τὴν ἐκείνου παραπλησίαν, ἐξ ὧν ὑπεδεδείχει 1 σφίσιν, πρὸς πάντα καὶ τὰ λοιπὰ προσδοκίαν οὐκ ἔσχον καιρὸν δι᾽ ὀλίγου οὕτως αὐτοῦ καταγνῶναι, καὶ διὰ τοῦτ᾽ ἰσχυρῶς ἀποθανόντα ἐπόθησαν ὃν πάντως ἄν, εἴπερ ἐπὶ πλεῖον ἐβεβιώκει, [3] διὰ μίσους ἐσχήκεσαν. καὶ γὰρ τρυφερώτερόν πως ζῆν ἤρξατο, καὶ τῶν διαμεμφομένων τι αὐτοῦ ἐπεστρέφετο. τὸν μὲν γὰρ Ματερνιανὸν τον τε Δάτον οὐκ εὐλόγως μὲν ῾τί γὰρ ἠδικήκεσαν τὸν αὐτοκράτορά σφων περιέποντες;᾿, οὐ μέντοι καὶ ἀπὸ τοῦ ἀνθρωπίνου τρόπου, ἐπεὶ ἐν κινδύνῳ μεγάλῳ ἐγεγόνει, διεχρήσατο: τοῖς δ᾽ ἄλλοις τοῖς τὴν δυσγένειαν αὐτοῦ καὶ τὴν παράλογον τῆς μοναρχίας ἔφεσιν δυσχεραίνειν ὑποπτευομένοις [4] οὐκ ὀρθῶς ἐπεξῄει. πάντα γάρ που τἀναντία αὐτὸν ἐχρῆν, εἰδότα ὅστις τε ἀρχὴν ἐπεφύκει καὶ ὅστις τότε ἦν, μήθ᾽ ὑπερφρονεῖν ... μετρίως [p. 374] ...
μονα τὸν ... ...
θεραπεύοντα τοὺς ἀνθρώπους τῇ τε εὐεργεσίᾳ καὶ τῇ τῆς ἀρετῆς διὰ πάντων ὁμοίως ἐπιδείξει παραμυθεῖσθαι.

1 u(pededei/xei Dind., *u*p*o*d*e*d*e*i*x*e*i V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: