previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. τῆς δ᾽ οὖν πρώτης ἐπιστολῆς ἀναγνωσθείσης καὶ ἐκείνῳ, ὅσα εἰκὸς ἦν, καὶ τῷ υἱεῖ αὐτοῦ ἐψηφίσθη: εὐπατρίδης τε γὰρ καὶ πρόκριτος τῆς νεότητος Καῖσάρ τε ἀπεδείχθη. καὶ ὃς τὰ μὲν ἄλλα προσεδέξατο, τὴν δὲ δὴ ἱπποδρομίαν τὴν ἐπὶ τῇ ἀρχῇ τῆς ἡγεμονίας αὐτοῦ ψηφισθεῖσαν παρῃτήσατο, εἰπὼν αὐτάρκως αὐτὴν τῇ τῶν [2] Σεουήρου γενεσίων θέᾳ τετιμῆσθαι. τοῦ μέντοι 1 Ταραύτου οὐδεμίαν μνείαν οὔτ᾽ ἔντιμον τότε γε οὔτ᾽ ἄτιμον ἐποιήσατο, πλὴν καθ᾽ ὅσον αὐτοκράτορα αὐτὸν ὠνόμασεν: οὔτε γὰρ ἥρωα οὔτε πολέμιον ἀποδείξαι ἐτόλμησεν, ὡς μὲν ἐγὼ δοκῶ, ὅτι τὸ μὲν διά τε τὰ πραχθέντα αὐτῷ καὶ διὰ τὸ πολλῶν ἀνθρώπων μῖσος. τὸ δὲ διὰ τοὺς [3] στρατιώτας ὤκνησε πρᾶξαι, ὡς δέ τινες ὑπώπτευσαν, ὅτι τῆς τε γερουσίας καὶ τοῦ δήμου τὴν [p. 378] ἀτιμίαν αὐτοῦ ἔργον γενέσθαι μᾶλλον ἑαυτοῦ, ἄλλως τε καὶ ἐν τοῖς στρατεύμασιν ὄντος, 2 ἠθέλησε. τοῦ τε γὰρ πολέμου αἰτιώτατον αὐτὸν ἐξ ἀδικίας γεγονέναι, καὶ τὸ δημόσιον ἰσχυρῶς τῇ τῶν χρημάτων τῶν 3 τοῖς βαρβάροις διδομένων αὐξήσει βεβαρηκέναι ἔφη: ἰσάριθμα γὰρ αὐτὰ τῇ τῶν στρατευομένων μισθοφορᾷ 4 εἶναι. [4] οὐ μέντοι καὶ ἐτόλμησέ τις δημοσίᾳ τι τοιοῦτο κατ᾽ αὐτοῦ θρασύνασθαι ὥστε καὶ πολέμιον αὐτὸν ψηφίσασθαι, δεδιὼς μὴ καὶ παραυτίκα ὑπὸ τῶν ἐν τῇ πόλει στρατευομένων φθαρῇ: ἀλλὰ ἄλλως μὲν καὶ ἐλοιδόρουν αὐτὸν καὶ ὕβριζον ὅσα ἐδύναντο, τάς τε μιαιφονίας αὐτοῦ ὀνομαστὶ 5 καταλέγοντες, καὶ πρὸς πάντας αὐτὸν τοὺς πώποτε κακῶς τυραννήσαντάς σφων παραδεικνύντες,

1 me/ntoi Bk., *m*e*n*t*o*u V.

2 o)/ntos Falc., *e*n*t*o*s V.

3 tw=n supplied by Rk.

4 misqofora=| Dind., *m*i*s*q*o*f*o*r*i*a*i V.

5 o)nomasti\ *o*n*o*m*a*s*t*e*i V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: