previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. δὲ δῆμος, ἅτε καὶ ἐν τῇ ἀγωνίᾳ λανθάνων καὶ ὑπὸ τοῦ πλήθους σφῶν μᾶλλον θρασυνόμενος, μέγα ἀνεβόησεν ἐν τῇ τῶν τοῦ Διαδουμενιανοῦ γενεθλίων ἱπποδρομίᾳ, τῇ 1 τετάρτῃ καὶ δεκάτῃ τοῦ Σεπτεμβρίου ἡμέρᾳ ἐγίγνετο, ἄλλα τε πολλὰ ὀδυρόμενος καὶ λέγων μόνους τῶν πάντων ἀνθρώπων ἑαυτοὺς δὴ ἀπροστάτους ἀβασιλεύτους [2] εἶναι: τόν τε Δία ἀνεκάλουν ὡς δὴ καὶ μόνον σφῶν ἡγησόμενον, καὶ δὴ καὶ αὐτὸ τοῦτο εἶπον ὅτιὡς κύριος ὠργίσθης, ὡς πατὴρ ἐλέησον ἡμᾶς.’ οὐδὲ ἐφρόντισαν οὐδὲν τὴν πρώτην οὔτε τοῦ ἱππικοῦ οὔτε τοῦ βουλευτικοῦ τε ... τόν τε αὐτοκράτορα καὶ τὸν Καίσαρα ἐπαινούντων, ὥστε καὶ αὐ ... ἑλληνιστὶ εἰπεῖν καλῆς ἡμέρας τῆς τήμερον, καλῶν βασιλέων,’ κἀκείνους καὶ ὁμοφρονεῖν σφίσιν ἐθελόντων: ἀλλ᾽ ἔς τε τὸν οὐρανὸν τὰς χεῖρας ἀνέτεινον καὶ ἐβόωνοὗτός ἐστιν Ῥωμαίων Αὔγουστος: τοῦτον [3] ἔχοντες πάντα ἔχομεν.’ οὕτως που πολὺ τοῖς ἀνθρώποις καὶ αἰδοῦς ἐς τὸ κρεῖττον καὶ καταφρονήματος πρὸς τὸ χεῖρον ἐμπέφυκεν, ὥστε καὶ ἐκείνους μηδ᾽ ἀρχὴν ἔτι εἶναι τόν τε Μακρῖνον καὶ τὸν Διαδουμενιανὸν νομίζειν, ἀλλ᾽ ὡς καὶ [4] τεθνηκότας αὐτοὺς ἤδη καταπατεῖν. ὅθεν οὐχ ἥκιστα καὶ οἱ 2 στρατιῶται κατεφρόνησαν αὐτοῦ, ἐν οὐδενὶ λόγῳ τὰ ἐπὶ τῇ θεραπείᾳ σφῶν πραχθέντα θέμενοι, καὶ μάλισθ᾽ ὅτι οἱ Περγαμηνοί, στερηθέντες ὧν παρὰ τοῦ 3 Ταραύτου πρότερον εἰλήφεσαν, πολλὰ καὶ ἄτοπα ἐς αὐτὸν ἐξύβρισαν, ἐφ᾽ δὴ καὶ δημοσίᾳ ἀτιμίαν ὑπ᾽ αὐτοῦ ὦφλον. [p. 386]

1 h(\ th=| Bk., *i*s*t*h V.

2 oi( Urs., TOI V.

3 para\ tou= Urs., *p*a*r*a*u*t*o*u V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: