previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. οὗτοί τε οὖν οὕτως ἀπήλλαξαν, καὶ Φλάκκος τὴν τῶν τροφῶν διάδοσιν, ἣν Μανίλιος πρότερον % ἔσχε τῆς κατ᾽ αὐτοῦ συκοφαντίας γέρας εἰλήφει, ἐπετράπη καὶ αὐτὴν καὶ μετὰ τοῦτο τό τε διαδίδοσθαί τινα ἐν ταῖς τῶν στρατηγῶν τῶν πάνυ θέαις, πλὴν τῶν τῇ Φλώρᾳ τελουμένων ... ... δικαιονόμοι1 οἱ τὴν Ἰταλίαν διοικοῦντες ἐπαύσαντο ὑπὲρ τὰ νομισθέντα ὑπὸ τοῦ Μάρκου [2] δικάζοντες. Δομίτιός τέ τις Φλῶρος περιδρομῇ θεραπείας πρὸς σπουδαρχίαν, καίτοι πρότερόν ποτε τὰ τῆς βουλῆς ὑπομνήματα διὰ χειρὸς ἔχων καὶ ἀγορανόμος ἐπ᾽ αὐτοῖς ἀποδειχθῆναι ὀφείλων, εἶτα πρὶν ἄρξαι τῆς ἐλπίδος διὰ Πλαυτιανὸν ἐκπεσών, κατεστήσατο καὶ δήμαρχος ἀπεδείχθη: τε Φαῦστος 2 Ἀνίκιος ἐς τὴν Ἀσίαν ἀντὶ [3] τοῦ Ἄσπρου ἄρξων ἐπέμφθη. ἐκεῖνος γὰρ τὸ μὲν πρῶτον καὶ πάνυ πολλῆς παρὰ τοῦ Μακρίνου τιμῆς ὡς καὶ καταστῆσαι τὰ ἐν τῇ Ἀσίᾳ δυνησόμενος, 3 ἔτυχεν: ἔπειτ᾽ ἐν ὁδῷ ὄντα αὐτὸν ἤδη καὶ πλησιάζοντα τῷ ἔθνει ῾τὴν [p. 390] γὰρ παραίτησιν, παρὰ τοῦ Καρακάλλου παρῄτητο, ἐς αὑτὸν ἐλθοῦσαν οὐκ ἐδέξατὀ δεινῶς περιύβρισεν ἀπωσάμενος ῾καὶ γάρ τινα καὶ διηγγέλλετο αὐτῷ λελαληκὼς οὐκ ἐπιτήδειἀ, [4] καὶ δῆτα, ὡς καὶ αὖθις αὐτοῦ παρεμένου διά τε γῆρας καὶ νόσον, τῷ Φαύστῳ τὴν Ἀσίαν, καίπερ παροφθέντι τὴν τοῦ κλήρου τάξιν ὑπὸ τοῦ Σεουήρου, ἐνεχείρισεν: καὶ ἐπειδή γε βραχὺς χρόνος τῆς ἡγεμονίας αὐτῷ ἐγίγνετο, καὶ ἐς τὸ ἐπιὸν ἔτος ἄρξαι αὐτὸν ἀντ᾽ Αὐφιδίου Φρόντωνος ἐκέλευσε. [5] τούτῳ γὰρ οὔτε τὴν Ἀφρικὴν κατακληρωσαμένῳ ἐπέτρεψεν τῶν Ἄφρων αὐτὸν παραιτησαμένων, οὔτε τὴν Ἀσίαν, καίτοι μεταθεὶς αὐτὸν ἐκεῖσε πρότερον. τὸ γε μὴν ἱκνούμενον γέρας καὶ οἴκοι μείναντι αὐτῷ, τὰς πέντε καὶ εἴκοσι μυριάδας, δοθῆναι ἐσηγήσατο. οὐ μέντοι καὶ ἐκεῖνος αὐτὰς ἔλαβεν, εἰπὼν οὐκ ἀργυρίου ἀλλ᾽ ἡγεμονίας δεῖσθαι, καὶ διὰ τοῦθ᾽ ὕστερον παρὰ τοῦ Σαρδαναπάλλου τὸ ἔθνος ἀπέλαβεν. ταῦτα μὲν οὕτως ἐγένετο, ...
ἐπ᾽ ἐλπίδι Β ...
φομένοις ...
ἐκ τῆς ...
μέχρι τῆς ς1 ...

1 The text is very uncertain here; various conjectures may be found in Boissevain's edition.

2 *fau=stos Borghesi, *f*h*s*t*h*s *w (O by *w2), but *f*a*u*s*t*w in § 4.

3 dunhso/menos Urs., *d*u*n*h*s*o*m*e*n*h*s V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: