previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24. καὶ μὲν οὕτω τε ἐκ δημοτικοῦ γένους ἐπὶ μέγα ἀρθεῖσα, κἀν 1 τῇ τοῦ ἀνδρὸς ἡγεμονίᾳ περιαλγῶς πάνυ διὰ τὸν Πλαυτιανὸν ζήσασα, τῶν τε υἱέων τόν τε νεώτερον ἐν τοῖς αὑτῆς κόλποις κατασφαγέντα ἐπιδοῦσα καὶ τὸν πρεσβύτερον ζῶντά τε ἀεὶ διὰ τέλους διὰ 2 φθόνου [2] ἔχουσα καὶ φονευθέντα οὕτω μαθοῦσα, τῆς ἀρχῆς ζῶσα ἐξέπεσεν καὶ ἑαυτὴν προσκατειργάσατο, ὥστε τινὰ ἐς αὐτὴν ἀποβλέψαντα μὴ πάνυ πάντας τοὺς ἐν ταῖς μεγάλαις ἐξουσίαις γενομένους μακαρίζειν, ἂν μὴ καὶ ἡδονή τις αὐτοῖς τοῦ βίου καὶ ἀληθὴς καὶ ἀκήρατος καὶ εὐτυχία [3] καὶ ἀκραιφνὴς καὶ διαρκὴς ὑπάρχῃ. καὶ τὰ μὲν τῆς Ἰουλίας οὕτως ἔσχε, τό τε σῶμα αὐτῆς ἐς τὴν Ῥώμην ἀναχθὲν ἐν τῷ τοῦ Γαΐου τοῦ τε Λουκίου μνήματι κατετέθη: ὕστερον μέντοι καὶ ἐκεῖνα, ὥσπερ καὶ τὰ τοῦ Γέτα ὀστᾶ, πρὸς τῆς Μαίσης τῆς ἀδελφῆς αὐτῆς ἐς τὸ τοῦ Ἀντωνίνου τεμένισμα μετεκομίσθη.

1 ka)n Reim., *k*a*i V.

2 dia\ supplied by Bs.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: