previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26. καὶ ἔσχεν οὕτως: οὐδὲ γὰρ ἐν τῇ πόλει μόνῃ τὸ δεινὸν ἔμεινεν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην αὐτῆς, ὑφ᾽ ἧς τὸ θέατρον ἀεί ποτε ἐπληροῦτο, ἐπέσχεν: τὸν μὲν γὰρ πρὸς τοὺς βαρβάρους πόλεμον καὶ ἐλαττωθέντες κατέθεντο, τῇ δὲ ἐκ τῶν στρατιωτῶν πλεονεξίᾳ καὶ στάσει δεινῶς ἐκακώθησαν. ἐπράχθη δὲ ἑκάτερον ὧδε. 1 [2] Μακρῖνος ἰδὼν τὸν Ἀρτάβανον σφόδρα τε ἐφ᾽ οἷς ἐπεπόνθει θυμούμενον καὶ δυνάμει πολλῇ ἐς τὴν Μεσοποταμίαν ἐμβεβληκότα, τὸ μὲν πρῶτον τούς τ᾽ αἰχμαλώτους αὐτῷ αὐτεπάγγελτος καὶ λόγους φιλίους ἔπεμψε, πρός τε τὴν εἰρήνην αὐτὸν προκαλούμενος καὶ τὴν αἰτίαν τῶν γεγονότων [3] ἐς τὸν Ταραύταν τρέπων: ὡς δὲ ἐκεῖνος οὔτε τοῦτο προσεδέξατο, καὶ προσέτι καὶ τὰ φρούρια αὐτὸν τάς τε πόλεις τὰς 2 κατασκαφείσας ἀναστῆσαι τῆς τε Μεσοποταμίας παντελῶς ἐκστῆναι καὶ δίκας ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ τῇ τῶν [4] βασιλικῶν μνημάτων λύμῃ δοῦναι ἐκέλευσεν ῾τῇ τε γὰρ δυνάμει, ἣν πολλὴν ἠθροίκει, θαρρῶν, καὶ τοῦ Μακρίνου 3 ὡς καὶ παρὰ τὴν ἀξίαν αὐταρχοῦντος καταφρονῶν, τῇ τε ὀργῇ ἀπλήστῳ ἐχρῆτο, καὶ ἤλπιζε καὶ ἄκοντος αὐτοῦ πάνθ᾽ ὅσα ἐβούλετο κατεργάσεσθαἰ, 4 οὐδὲ καιρὸν οὐδένα διαβουλεύσασθαι [5] ἔσχεν, ἀλλ᾽ ἀπαντήσας αὐτῷ πρὸς τὴν Νίσιβιν ἤδη προσιόντι ἡττήθη, μάχης περὶ τοῦ [p. 400] ὕδατος τοῖς στρατιώταις ἐν τῇ ἀντιστρατοπεδεύσει γενομένης. καὶ δὴ καὶ αὐτὸ τὸ τάφρευμα παρ᾽ ὀλίγον ἀπέβαλεν. ἀλλὰ τὸ μὲν οἵ τε ὑπασπισταὶ καὶ οἱ σκευοφόροι οἱ παρατυχόντες διεσώσαντο: [6] θρασυνόμενοι γὰρ προεξῇξαν ἐς τοὺς βαρβάρους ἐπεκδραμόντες: τό τε γὰρ ἀνέλπιστον τῆς ἀντιτάξεως ὠφέλησεν αὐτούς, καὶ δὴ στρατιῶταί τινες ὡπλισμένοι ἀλλ᾽ οὐχ ὑπηρέται ἔδοξαν εἶναι. δ ...
τότε τε οὐ ...
καὶ μετα ... ...
ξεως παρ ...
της νυκ [7] ...
τὰ στρατό ... ...
οἵ τε Ῥωμαῖοι ...
το καὶ οἱ πολέμιοι τὸν
θόρυβον ...
σφῶν α ...
πτευσαν ... ..
γην, ...
αὐτοὺς. ο ...
λυ ἀπαλ. η ... ..
σαν ἐπει ...
τες οἱ Ῥωμαῖοι ...
βαρβάρων ...
ασπτοης1 ...
αληθειν ... ...
το πεποιη ...
θον τε αυ ...
μια μὲν μ ... ..
... λαξ ...
.. ... ήθει αὐτῶν βι%5ασθέντες καὶ τῇ τοῦ Μακρίνου [8] φυγῇ ἀθυμήσαντες ἐνικήθησαν. κἀκ τούτου ... τῆς Μεσοπο%5ταμίας ἄλλως τε καὶ ἐκεί
... τὴν Συρίαν κα
... ... ιελθόντες
... η. τότε μὲν δὴ ταῦτα ἐγένετο, ἐν δὲ δὴ τῷ μετοπώρῳ τῷ τε χειμῶνι, ἐν τε Μακρῖνος καὶ Ἄδουεντος ὑπάτευσαν, ἐς μὲν χεῖρας οὐκέτ᾽ ἀλλήλοις ἦλθον, διαπρεσβευόμενοι δὲ καὶ διακηρυκευόμενοι συνηλλάγησαν. [p. 402]

1 w(=de. o( *makri=nos Bk., (??*)o*d*e*d*h*m*a*k*r*i*n*o*s *w *(w by *w3.

2 ta/s Xiph., om. V.

3 *makri/nou Urs., *m*a*k*r*i*n*o*u*s V.

4 katerga/sesqai Leuncl. *k*a*t*e*r*g*a*s*a*s*q*a*i *w Exc. UR.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: