previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. γὰρ Μακρῖνος ὑπό τε δειλίας ἐμφύτου ῾καὶ γὰρ Μαῦρος ὢν δεινῶς ἐδείμαινεν᾽ καὶ ὑπὸ τῆς τῶν στρατιωτῶν ἀταξίας οὐκ ἐτόλμησε διαπολεμῆσαι, ἀλλὰ καὶ πάνυ πολλὰ καὶ τῆς εἰρήνης ἕνεκα καὶ δῶρα καὶ χρήματα καὶ αὐτῷ τῷ Ἀρταβάνῳ καὶ τοῖς παραδυναστεύουσίν οἱ ἐδαπάνησεν, ὥστε καὶ ἐς πεντακισχιλίας μυριάδας τὸ σύμπαν [2] ἀνάλωμα γενέσθαι. καὶ ἐκεῖνος ἔκ τε τούτου καὶ ὅτι καὶ οἱ στρατιῶται αὐτοῦ τῇ τε τοῦ χρόνου τριβῇ, ὃν πολὺν ἀπ᾽ οἴκου οὐκ εἰωθότες ἦσαν, καὶ τῇ τῆς τροφῆς σπάνει, ἣν οὔτε ἐκ παρασκευῆς ῾οὐ γὰρ ἑτοιμάζονταἰ οὔτ᾽ αὐτόθεν τῷ τὰ μὲν δεδῃῶσθαι τὰ δὲ ἐν τοῖς τείχεσιν εἶναι εὐπόρουν, [3] δεινῶς ἤσχαλλον, οὐκ ἀκουσίως κατηλλάγη. οὐ μέντοι καὶ πάντα τὰ πραχθέντα αὐτοῖς ἀκριβῶς Μακρῖνος τῇ 1 βουλῇ ἐπέστειλεν, καὶ διὰ τοῦτο καὶ θυσίαι αὐτῷ ἐπινίκιοι ἐψηφίσθησαν καὶ τὸ ὄνομα τὸ Παρθικὸν ἐδόθη. οὐ μὴν ἐδέξατο, αἰσχυνθείς, ὡς ἔοικεν, ἐπίκλησιν πολεμίων λαβεῖν ὑφ᾽ ὧν ἥττητο. [4] καὶ μέντοι καὶ τὰ κατὰ τὸν Ἀρμένιον πολεμωθέντα, ὥσπερ εἶπον, κατέστη, τοῦ 2 Τιριδάτου πεμφθὲν αὐτῷ τὸ διάδημα παρὰ τοῦ Μακρίνου λαβόντος, καὶ τὴν μητέρα, ἣν ἕνδεκα μησὶν Ταραύτας 3 ἐν τῷ δεσμωτηρίῳ κατεσχήκει, τήν τε λείαν τὴν ἐκ τῆς Ἀρμενίας ἁλοῦσαν κομισαμένου, καὶ τὰ χωρία ὅσα πατὴρ αὐτοῦ ἐν τῇ Καππαδοκίᾳ ἐκέκτητο, τό τε 4 ἀργύριον κατ᾽ ἔτος [p. 404] παρὰ τῶν Ῥωμαίων εὑρίσκετο, ἐλπίσαντος [5] λήψεσθαι. οἵ τε Σάκοι λυμηνάμενοί τινα τῆς Δακίας καὶ πολεμησείοντες ἐπὶ πλεῖον ἀνέσχον, τοὺς ὁμήρους, οὓς Καράκαλλος ἐν συμμαχίας λόγῳ παρ᾽ αὐτῶν εἰλήφει, κομισάμενοι.

1 th=| Bk., THTE V.

2 tou= Bk., *t*o*u*t*e V.

3 *tarau/tas Falc., *t*a*r*a*u*t*o*s V.

4 te Bk., *t*e*g*a*r *w Exc. UR.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: