previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. ταῦτα μὲν οὖν οὕτως ἔσχεν, πόλεμος δὲ δὴ τοῖς Ῥωμαίοις ἕτερος οὐκέτ ὀθνεῖος ἀλλ᾽ ἐμφύλιος συνερράγη. οἱ γὰρ στρατιῶται τὸ μέν τι τοῖς πταίσμασιν ἀχθόμενοι, τὸ δὲ πλέον οὔτε πόνον οὐδένα ἔθ᾽ ἑκούσιον ὑπομένοντες, ἀλλ᾽ ἐς πάντα δὴ πάντως ἐκδεδιῃτημένοι, οὔτ᾽ αὐτοκράτορα οὐδένα ἐγκρατῶς σφῶν ἄρχοντα ἔχειν ἐθέλοντες, ἀλλὰ λαμβάνειν μὲν ἄπλετά τινα ἀξιοῦντες ἔργον δ᾽ οὐδὲν ἄξιον αὐτῶν ποιεῖν δικαιοῦντες, ἐταράσσοντο. [2] καί σφας τε τῆς μισθοφορᾶς συντομὴ καὶ τῶν γερῶν τῶν τε ἀτελειῶν τῶν ἐν τοῖς στρατιωτικοῖς ὑπηρετήμασιν, παρὰ τοῦ Ταραύτου εὕρηντο, στέρησις, καίπερ μηδὲν αὐτοὺς μέλλοντάς σφων ἀπολαύσειν, ἐπιπαρώξυνεν, τε ἐν ταὐτῷ τρόπον τινὰ διατριβή, ἣν τοῦ πολέμου ἕνεκα χειμάζοντες ἐν τῇ Συρίᾳ ἐπεποίηντο, προσεπισχύρισεν. [3] ἔδοξεν μὲν γὰρ στρατηγικῶς πως καὶ νουνεχόντως Μακρῖνος πεποιηκέναι, τῶν μὲν ἐν τοῖς ὅπλοις ὄντων μηδὲν παρελόμενος, ἀλλ᾽ ἀκέραια αὐτοῖς πάντα τὰ πρὸς ἐκείνου νομισθέντα τηρήσας, τοῖς δ᾽ αὖθις στρατευσομένοις προειπὼν ὅτι ἐπὶ τοῖς ἀρχαίοις τοῖς ὑπὸ τοῦ Σεουήρου καταδειχθεῖσιν καταλεχθήσοιντο: τούτους [4] τε γάρ, ἅτε καὶ κατ᾽ ὀλίγους ἐς τὴν στρατιὰν ἥξοντας, τὸ 1 μὲν πρῶτον ὑπό τε τοῦ ἀμάχου [p. 406] καὶ ὑπὸ δέους τὸ δὲ ἔπειτα ὑπό τε τοῦ χρόνου καὶ ὑπὸ τοῦ ἔθους οὐδὲν νεοχμώσειν, καὶ τοὺς ἑτέρους, ἅτε μηδὲν ἀπολλύντας αὐτούς, ἡσυχάσειν

1 to/ Bk., KAITO V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: