previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35. ἦρχεν μὲν αὐτῆς Βασιλιανός, ὃν καὶ ἐς τὴν τοῦ Ἰουλιανοῦ χώραν ἔπαρχον Μακρῖνος ἐπεποιήκει, διῆγεν δέ τινα καὶ Μάριος Σεκοῦνδος, καίπερ βουλευτής τε ὑπὸ τοῦ Μακρίνου γεγονὼς καὶ 1 τῆς Φοινίκης προστατῶν: καὶ ἦσαν κατὰ ταῦτα ἀμφότεροι αὐτῷ προσκείμενοι, καὶ διὰ τοῦτο καὶ τοὺς τοῦ Ψευδαντωνίνου δρομοκήρυκας [2] ἀπέκτειναν. μέχρι μὲν δὴ οὖν ἐν ἀμφιβόλῳ τὰ πράγματα ἦν, μετέωροι καὶ αὐτοὶ καὶ οἱ στρατιῶται οἵ τε ἰδιῶται ἦσαν, οἱ μέν τινες αὐτῶν ταῦτα οἱ δὲ ἐκεῖνα κατὰ τὸ 2 στασιωτικὸν καὶ βουλόμενοι καὶ εὐχόμενοι καὶ διαθρυλοῦντες. ἐπεὶ δὲ τῆς ἥττης τοῦ Μακρίνου ἀγγελία ἀφίκετο, στάσις ἰσχυρὰ ἐγένετο καὶ τοῦ τε δήμου πολλοὶ καὶ τῶν [p. 420] [3] στρατιωτῶν οὐκ ὀλίγοι διώλοντο, τε Σεκοῦνδος ἐν ἀμηχανίᾳ ἔπεσε, καὶ Βασιλιανὸς φοβηθεὶς μὴ καὶ ἐν χερσὶν ἀπόληται ἔκ τε τῆς Αἰγύπτου ἐξέδρα, καὶ ἐς τὴν Ἰταλίαν τὴν περὶ τὸ Βρεντέσιον ἐλθὼν ἐφωράθη, προδοθεὶς ὑπὸ φίλου τινός, 3 ἐν τῇ Ῥώμῃ ὄντι κρύφα προσέπεμψεν τροφὴν αἰτῶν. καὶ μὲν οὕτως, ὕστερον ἐς τὴν Νικομήδειαν ἀναχθείς, ἐσφάγη.

1 kai/ Leuncl., *o V.

2 to/ supplied by Leuncl.

3 w(=| Urs. *w*n, V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: