previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

36. δὲ δὴ Μακρῖνος ἔγραψε μὲν καὶ τῇ βουλῇ περὶ τοῦ Ψευδαντωνίνου ὅσα καὶ τοῖς ἑκασταχόθι ἄρχουσι, παιδίον τέ τι ἀποκαλῶν αὐτὸν καὶ ἔμπληκτον εἶναι λέγων, ἔγραψε δὲ καὶ τῷ Μαξίμῳ τῷ πολιάρχῳ τά τε ἄλλα οἷα εἰκὸς ἦν, καὶ ὅτι οἱ στρατιῶται καὶ οἱ νεωστὶ κατειλεγμένοι πάνθ᾽ ὅσα καὶ πρὶν εἶχον λαμβάνειν ἀξιοῦσιν, καὶ κοινὴν ἐπὶ τοῖς οὐ διδομένοις σφίσιν ὀργὴν καὶ οἱ [2] ἄλλοι οἱ μηδενὸς ἐστερημένοι ποιοῦνται. καὶ ἵνα γέ τις ἄλλα ὅσα παρά τε τοῦ Σεουήρου καὶ τοῦ υἱέος αὐτοῦ πρὸς διαφθορὰν τῆς ἀκριβοῦς στρατείας εὕρηντο παραλίπῃ, οὔτε δίδοσθαί σφισι τὴν μισθοφορὰν τὴν ἐντελῆ πρὸς ταῖς ἐπιφοραῖς, [3] ἃς ἐλάμβανον, οἷόν τε εἶναι ἔφη ῾ἐς γὰρ ἑπτακισχιλίας μυριάδας ἐτησίους τὴν αὔξησιν αὐτῆς τὴν ὑπὸ τοῦ Ταραύτου γενομένην τείνειν᾽ οὔτε μὴ δίδοσθαι, τοῦ%5το μὲν ὅτι ...
ται ἐκεῖνο δ ...
δικαίων πο ... ..
ἀλλὰ τὰ νεν ...
ἀναλώματα α ...
. αὶ τὸ μὲν ς1 ... [4]
τε δημοσιο ...
στρατιωτικ ... ...
μενον καὶ ο ...
ἀπολουμεν ...
δυνηθη αὐ ... υρς., ΩΝ, ϝ. [p. 422] ...
παῖς ὡς αυτ ...
τ᾽ ἐφ᾽ ἑαυτω ...
ἑαυτὸν ἐπ ... ... καὶ ὅτι καὶ υἱὸν εἶχε κατωδύρατο ἑαυτόν, παραμύθιον τῆς συμφορᾶς ἔχειν ἔφη ὅτι τῷ ἀδελφοφόνῳ τῷ τὴν οἰκουμένην ἀπολέσαι [5] ἐπιχειρήσαντι ἐπεβίω. ἔπειτα 1 καὶ τοιόνδε τι προσενέγραψεν, ὅτιπολλοὺς οἶδα μᾶλλον ἐπιθυμοῦντας αὐτοκράτορα 2 σφαγῆναι αὑτοὺς βιῶναι. τοῦτο δὲ οὐ περὶ ἐμαυτοῦ λέγω, ὅτι τις ἐπιθυμήσειεν ἂν εὔξαιτό με ἀπολέσθαι.’ ἐφ᾽ δὴ Φούλουιος Διογενιανὸς ἐξεβόησεν ὅτιπάντες εὐξάμεθα.’

1 e)/peita supplied by Bk., om. Xiph.

2 au)tokra/tora Leuncl., au)tokra/toras

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: