previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. ἔτη 1 ἓξ καὶ μῆνας δύο καὶ ἡμέρας δύο. καί μοι καὶ ἐνταῦθα τοῦ λόγου θαυμάσαι πάμπολλα ἐπέρχεται. τε γὰρ πατὴρ αὐτοῦ μέλλοντί οἱ ἐκ τῆς Ἀντιοχείας τὴν τελευταίαν ἔξοδον ποιήσασθαι ξιφήρης ὄναρ ἐπέστη, λέγων ὅτιὡς σὺ τὸν ἀδελφὸν ἀπέκτεινας, καὶ ἐγὼ σὲ ἀποσφάξω:’ [2] καὶ οἱ μάντεις εἶπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, τούτῳ τῷ ῥήματι ἄντικρυς χρησάμενοι, ὅτιαἱ τοῦ ἥπατος τοῦ ἱερείου πύλαι κέκλεινται.’ ἀφ᾽ οὗ δὴ καὶ διὰ θύρας τινὸς ἐξῆλθε, μηδὲν μηδὲ τοῦ λέοντος, ὃν καὶ Ἀκινάκην ὠνόμαζε καὶ ὁμοτράπεζον ὁμόκλινόν τε ἐποιεῖτο, φροντίσας, ὅτι καὶ ἐκράτησεν αὐτὸν ἐξιόντα καὶ [3] τὴν ἐσθῆτα αὐτοῦ προσκατέρρηξεν: ἔτρεφε μὲν γὰρ καὶ ἄλλους λέοντας πολλούς, καὶ ἀεί τινας περὶ αὑτὸν εἶχεν, ἐκεῖνον δὲ καὶ δημοσίᾳ πολλάκις κατεφίλει. ταῦτά τε οὖν οὕτως ἔσχε, καὶ ὀλίγον πρὸ 2 τοῦ θανάτου αὐτοῦ ἔν τε τῇ Ἀλεξανδρείᾳ πῦρ ἐξαίφνης πολύ, ὥς γε καὶ ἤκουσα, πάντα τὸν τοῦ Σαράπιδος ναὸν ἔνδοθεν κατασχὸν [4] ἄλλο μὲν οὐδὲν τὸ παράπαν 3 ἐλυμήνατο, τὸ δὲ δὴ ξίφος ἐκεῖνο τὸν ἀδελφὸν ἀπεσφάκει μόνον ἔφθειρεν, καὶ μετὰ τοῦτο παυσαμένου αὐτοῦ ἀστέρες πολλοὶ ἐφάνησαν: καὶ ἐν τῇ Ῥώμῃ δαίμων τις ἀνθρώπου σχῆμα ἔχων ὄνον ἔς τε τὸ [p. 354] Καπιτώλιον καὶ μετὰ τοῦτο ἐς 4 τὸ παλάτιον ἀνήγαγεν, ζητῶν τὸν δεσπότην αὐτοῦ, ὥς γε καὶ ἔφασκεν, καὶ λέγων ἐκεῖνον μὲν ἀπολωλέναι τὸν [5] δὲ Δία ἄρχειν. συλληφθείς τε ἐπὶ τούτῳ καὶ πρὸς τὸν Ἀντωνῖνον ὑπὸ τοῦ Ματερνιανοῦ πεμφθείςἀπέρχομαι μένἔφηὡς κελεύεις, 5 ἀφίξομαι δὲ οὐ πρὸς τοῦτον τὸν αὐτοκράτορα ἀλλὰ πρὸς ἕτερον,’ καὶ μετὰ τοῦτ᾽ ἐς τὴν Καπύην

1 e)/th Xiph., *e*t*h*t*e V.

2 pro\ Xiph., *p*r*o*s V.

3 to\ para/pan Urs., *t*o*p*a*r*a *w, om Xiph.

4 e)s Rk., *e*s*t*e V.

5 keleu/eis Urs., *k*e*l*e*u*s*q*e*i*s V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: