previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. ἐλθὼν ἀφανὴς ἐγένετο. τοῦτο μὲν ζῶντος ἔτι αὐτοῦ συνηνέχθη, τῇ δὲ ἱπποδρομίᾳ τῇ τῆς τοῦ 1 Σεουήρου ἀρχῆς ἕνεκα ποιουμένῃ κατέπεσε μὲν καὶ τὸ τοῦ Ἄρεως ἄγαλμα 2 πομπεῦον, ἀλλὰ [2] τοῦτο μὲν ἧττον ἄν τις θαυμάσειε: τὸ δὲ δὴ μέγιστον, ἡττημένοι οἱ πράσινοι στασιῶται, 3 ἔπειτα κολοιὸν ἐπ᾽ ἄκρου τοῦ ὀβελίσκου πάνυ σφόδρα κρώζοντα ἰδόντες πάντες τε πρὸς αὐτὸν ἀπέβλεψαν, καὶ πάντες ἐξαίφνης ὡς καὶ ἐκ συγκειμένου τινὸς ἀνεβόησανΜαρτιάλιε, χαῖρε: Μαρτιάλιε, διὰ χρόνου σε ἑοράκαμεν,’ οὐχ ὅτι καὶ κολοιός ποτε οὕτως ὠνομάσθη, ἀλλ᾽ ὅτι δι᾽ ἐκείνου τὸν Μαρτιάλιον τὸν τοῦ Ἀντωνίνου φονέα [3] ὡς καὶ ἐξ ἐπιπνοίας τινὸς θείας ἠσπάσαντο. ἤδη δέ τισι καὶ αὐτὸς ἑαυτῷ Ἀντωνῖνος τὴν τελευτὴν προδηλῶσαι ἔδοξεν, ἐπειδὴ ἐν τῇ ἐπιστολῇ ἣν τελευταίαν τῇ γερουσίᾳ ἔπεμψεν ἔφη ὅτιπαύσασθε εὐχόμενοί με ἑκατὸν ἔτεσι μοναρχῆσαι:’ τὸ μὲν γὰρ ἐπιβόημα τοῦτο ἀεὶ καὶ ἀπ᾽ ἀρχῆς αὐτῷ ἐγίνετο, ἐκεῖνος δὲ τότε πρῶτον καὶ μόνον ᾐτιάσατο αὐτό, λόγῳ μὲν ἐγκαλῶν σφίσιν [p. 356] ὡς καὶ ἀδύνατα εὐχομένοις, ἔργῳ δὲ προδηλῶν [4] ὅτι οὐκέτ᾽ οὐδένα χρόνον ἄρξει. καὶ ἐπειδή γε ἅπαξ τοῦτό τινες ἐπεσημήναντο, καὶ ἐμοὶ ἐνθύμιον ἐγένετο ὅτι ἐν τῇ Νικομηδείᾳ τοῖς Κρονίοις ἑστιῶν ἡμᾶς καὶ πολλὰ ἄττα, οἷα ἐν συμποσίῳ εἰκὸς ἦν, εἰπών, ἔπειτ᾽ ἐξανισταμένων ἡμῶν προσκαλεσάμενος ἐμὲ 4 ἔφη: ‘κάλλιστα, Δίων, καὶ ἀληθέστατα Εὐριπίδης εἴρηκεν 5 ὅτι πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί, καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη, τῶν δ᾽ ἀδοκήτων πόρον εὗρε θεός. τοιόνδ᾽ ἀπέβη τόδε 6 πρᾶγμα.’ [5] παραχρῆμα μὲν γὰρ ἄλλως ἀπολεληρηκέναι τοῦτο τὸ ἔπος ἔδοξεν, ἐπειδὴ δὲ οὐκ ἐς μακρὰν ἀπώλετο καὶ τελευταίαν ταύτην φωνὴν πρὸς ἐμὲ ἔρρηξε, καὶ πάνυ κεχρησμῳδηκέναι τρόπον τινὰ τὰ συμβησόμενα αὐτῷ ἐνομίσθη, ὥσπερ καὶ Ζεὺς Βῆλος ὀνομαζόμενος καὶ ἐν τῇ Ἀπαμείᾳ τῆς [6] Συρίας τιμώμενος: καὶ γὰρ ἐκεῖνος τῷ Σεουήρῳ πρότερον ἰδιωτεύοντί τε 7 ἔτι τὰ ἔπη ταῦτα εἰρήκει, ‘ὄμματα καὶ κεφαλὴν ἴκελος 8 Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον 9 δὲ Ποσειδάωνι,’ [p. 358] καὶ μετὰ ταῦτα αὐτοκράτορι γενομένῳ ταῦτ᾽ εἶπεν χρωμένῳ, ὅτισὸς δ᾽ οἶκος πᾶς βήσεται δι᾽ αἵματος.’

1 th=| th=s tou= Bk., *t*h*i*t*o*u *w, *t*h*s*t*o*u *w2, th=| th=s Rk.

2 After a)/galma tso columns are lost in *w; the greater part of the missing text is preserved by Xiph. (§§ 2-6)

3 stasiw=tai Leuncl., stratiw=tai

4 e)me/ supplied by Reim.

5 ei)/rhken Dind., ei)rh/kei *wC.

6 to/de Leuncl., to/ *wC.

7 te supplied by Bekker.

8 i)/kelos R. Steph., ei)/kelos *wC.

9 ste/rnon R. Steph., ste/rna *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: