previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. τοῦ δ᾽ οὖν Ἀντωνίνου τό τε σῶμα ἐκαύθη, καὶ τὰ ὀστᾶ ἐν τῷ Ἀντωνινείῳ, 1 κρύφα νυκτὸς ἐς τὴν Ῥώμην κομισθέντα, ἐτέθη: πάνυ γὰρ πάντες οἱ βουλευταὶ καὶ οἱ ἰδιῶται, καὶ ἄνδρες καὶ γυναῖκες, ἰσχυρότατα αὐτὸν ἐμίσησαν, ὥστε καὶ λέγειν καὶ ποιεῖν πάντ᾽ ἐπ᾽ αὐτῷ ὡς καὶ πολεμιωτάτῳ. [2] δόγματι μὲν γὰρ οὐκ ἠτιμώθη διὰ τὸ τοὺς στρατιώτας τῆς μὲν εἰρήνης, ἧς ἀντήλπισαν παρὰ τοῦ Μακρίνου λήψεσθαι, μὴ τυχεῖν, τῶν δὲ δὴ κερδῶν, ὧν παρ᾽ ἐκείνου ἐλάμβανον, στερομένους πάλιν αὐτὸν ποθῆσαι, ἀλλὰ καὶ ἐς τοὺς ἥρωας μετὰ τοῦτ᾽ ἐκνικησάντων αὐτῶν ἐσεγράφη, καὶ [3] τοῦτο καὶ τῇ βουλῇ δῆλον ὅτι ἐψηφίσθη. ἄλλως δὲ 2 πολλὰ καὶ κακὰ ὑπὸ πάντων ἤκουεν ἀεί: οὐδὲ γὰρ Ἀντωνῖνον ἔτ᾽ αὐτὸν ἐκάλουν, 3 ἀλλ᾽ οἱ μὲν Βασσιανὸν τὸ ἀρχαῖον ὄνομα, οἱ δὲ Καράκαλλον, ὥσπερ εἶπον, οἱ δὲ καὶ Ταραύταν ἐκ μονομάχου τινὸς προσηγορίας 4 τό τ᾽ εἶδος καὶ σμικροτάτου καὶ κακοειδεστάτου καὶ τὴν ψυχὴν καὶ θρασυτάτου καὶ μιαιφονωτάτου.

1 *)antwninei/w| Urs., *a*n*t*w*n*i*n*w V.

2 de/ Bk., TE V.

3 e)/t' au)to\n e)ka/loun Xiph., *e*a*u*t*o*n*e*p*e*k*a*l*o(??) *w (first E deleted by *w2).

4 proshgori/as Urs., *p*r*o*s*h*g*o*r*i*a*i*s V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: