previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[60] Σελεύκου δὲ θαυμάσαντος εἴ τινα μὴ δύναιτο πεῖσαι Σέλευκος τῆς Ἀσίας βασιλεύς, ἐπὶ γάμῳ τοιοῦδε παιδός, ἱκεσίᾳ τε καὶ χρήμασι καὶ δωρεαῖς καὶ ὅλῃ τῇ τοσῇδε βασιλείᾳ, περιιούσῃ μὲν ἐς τόνδε τὸν κάμνοντα βασιλέα, δοθησομένῃ δὲ καὶ νῦν ἀντὶ τῆς σωτηρίας εἰ ἤδη τις ἐθέλοι, καὶ μόνον ἀξιοῦντος μαθεῖν τίς ἔστι τὸ γύναιον, Ἐρασίστρατος ἔφη: ‘τῆς ἐμῆς γυναικὸς ἐρᾷ.’ καὶ Σέλευκος, ‘εἶτ᾽ ᾿γαθέ,’ ἔφη, ‘φιλίας μὲν οὕτω καὶ χαρίτων ἔχων ἐφ᾽ ἡμῖν, ἀρετῆς δὲ καὶ σοφίας ἐν ὀλίγοις, οὐ σώσεις μοι νέον ἄνδρα καὶ βασιλικόν, φίλου καὶ βασιλέως υἱόν, ἀτυχοῦντα καὶ σωφρονοῦντα καὶ τὸ κακὸν ἐπικρύπτοντα καὶ προτιμώμενον αὑτῷ θανάτου, ἀλλ᾽ ὑπερόψει μὲν οὕτως Ἀντιόχον, ὑπερόψει δ᾽ ἐπ᾽ αὐτῷ καὶ Σέλευκον;’ δ᾽ ἀπομαχόμενος εἶπε λόγον ὡς ἄφυκτον, ὅτι μηδ᾽ ἂν σύ, καίπερ ὢν πατήρ, τῆς σῆς Ἀντιόχος εἰ ἤρα γυναικός, μεθῆκας ἂν αὐτῷ τὴν γυναῖκα. ἔνθα δὴ πάντας ὤμνυ τοὺς βασιλείους θεοὺς Σέλευκος, μὴν ἑκὼν ἂν καὶ χαίρων μεθεῖναι καὶ διήγημα γενέσθαι καλὸν εὐνοίας ἀγαθοῦ πατρὸς ἐς παῖδα σώφρονα καὶ ἐγκρατῆ τοῦ κακοῦ καὶ ἀνάξιον τῆς συμφορᾶς. πολλά τε ὅμοια ἐπενεγκών, ἤρξατο ἄχθεσθαι ὅτι μὴ αὐτὸς αὐτῷ γίγνοιτο ἰατρὸς ἀτυχοῦντι, ἀλλὰ καὶ ἐς ταῦτα δέοιτο Ἐρασιστράτου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: