[62]
Σατραπεῖαι δὲ ἦσαν ὑπ᾽ αὐτῷ δύο καὶ ἑβδομήκοντα: τοσαύτης ἐβασίλευε γῆς. καὶ τὴν πλείονα τῷ παιδὶ παραδούς, ἦρχε τῶν ἀπὸ θαλάσσης ἐπὶ Εὐφράτην μόνων. καὶ πόλεμον τελευταῖον Λυσιμάχῳ περὶ Φρυγίαν τὴν ἐφ᾽ Ἑλλησπόντῳ πολεμῶν, Λυσιμάχου μὲν ἐκράτει πεσόντος ἐν τῇ μάχῃ, αὐτὸς δὲ τὸν Ἑλλήσποντον ἐπέρα. καὶ ἐς Λυσιμάχειαν ἀναβαίνων κτείνεται. Πτολεμαῖος δ᾽ αὐτὸν ἑπόμενος ἔκτεινεν, ὅτῳ κεραυνὸς ἐπίκλησις. υἱὸς δ᾽ ἦν ὁ κεραυνος ὅδε Πτολεμαίου τοῦ σωτῆρος καὶ Εὐρυδίκης τῆς Ἀντιπάτρου: καὶ αὐτὸν ἐκπεσόντα Αἰγύπτου διὰ δέος, ὅτι νεωτάτῳ παιδὶ ὁ Πτολεμαῖος τὴν ἀρχὴν ἐπενόει δοῦναι, ὁ Σέλευκος οἷα φίλου παῖδα ἀτυχοῦντα ὑπεδέξατο, καὶ ἔφερβε καὶ ἐπήγετο πάντῃ φονέα ἑαυτοῦ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.