previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἀξιούντων δικαστὴν καθίζουσι Φιλητᾶν τὸν βουκόλον: πρεσβύτατός τε γὰρ ἦν τῶν παρόντων καὶ κλέος εἶχεν ἐν τοῖς κωμήταις δικαιοσύνης περιττῆς. Πρῶτοι δὲ κατηγόρουν οἱ Μηθυμναῖοι [p. 271] σαφῆ καὶ σύντομα, ἅτε βουκόλον ἔχοντες δικαστήν. [2]Ἤλθομεν εἰς τούτους τοὺς ἀγροὺς θηρᾶσαι θέλοντες. Τὴν μὲν οὖν ναῦν λύγῳ χλωρᾷ δήσαντες ἐπὶ τῆς ἀκτῆς κατελίπομεν, αὐτοὶ δὲ διὰ τῶν κυνῶν ζήτησιν ἐποιούμεθα θηρίων. Ἐν τούτῳ πρὸς τὴν θάλατταν αἱ αἶγες τούτου κατελθοῦσαι τήν τε λύγον κατεσθίουσι καὶ τὴν ναῦν ἀπολύουσιν. [3] Εἶδες αὐτὴν ἐν τῇ θαλάττῃ φερομένην, πόσων οἴει μεστὴν ἀγαθῶν; Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος σκευῶν, ὅσον δὲ ἀργύριον. Τοὺς ἀγροὺς ἄν τις τούτους ἐκεῖνα ἔχων ὠνήσαιτο. Ἀνθ̓ ὧν ἀξιοῦμεν ἄγειν τοῦτον, πονηρὸν ὄντα αἰπόλον, ὃς ἐπὶ τῆς θαλάττης νέμει τὰς αἶγας ὡς ναύτης.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: