Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐδόκει μὴ μαντεύεσθαι ἐπὶ πλέον, ἀλλὰ ἤδη τὰ γνωρίσματα σκοπεῖν εἰ λαμπρᾶς καὶ ἐνδοξοτέρας τύχης. Ἀπῄει μὲν Μυρτάλη κομιοῦσα πάντα φυλαττόμενα ἐν πήρᾳ παλαιᾷ: [2] κομισθέντα δὲ πρῶτος Διονυσοφάνης ἐπέβλεπε καὶ ἰδὼν χλαμύδιον ἁλουργές, πόρπην χρυσήλατον, ξιφίδιον ἐλεφαντόκωπον, μέγα βοήσας ‘ὦ Ζεῦ δέσποτα’ καλεῖ τὴν γυναῖκα θεασομένην. [p. 317] [3] Ἡ δὲ ἰδοῦσα μέγα καὶ αὐτὴ βοᾷ ‘φίλαι Μοῖραι: οὐ ταῦτα ἡμεῖς συνεξεθήκαμεν ἰδίῳ παιδί; Οὐκ εἰς τούτους τοὺς ἀγροὺς κομιοῦσαν Σωφροσύνην ἀπεστείλαμεν; Οὐκ ἄλλα μὲν οὖν, ἀλλ̓ αὐτὰ ταῦτα. Φίλε ἄνερ, ἡμέτερόν ἐστὶ τὸ παιδίον: σὸς υἱός ἐστι Δάφνις, καὶ πατρῴας ἔνεμεν αἶγας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.