Γλυκέρα
[p. 235] τὸν στρατιώτην ἐκεῖνον, Θαΐ, τὸν Ἀκαρνᾶνα,
ὅς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ
ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι,
οἶσθα αὐτόν, ἢ ἐπιλέλησαι τὸν ἄνθρωπον;
Θαίς
οὔκ, ἀλλὰ οἶδα, ὦ Γλυκέριον, καὶ συνέπιε
μεθ᾽ ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις. τί δὲ τοῦτο; ἐῴκεις
γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι.
Γλυκέρα
Γοργόνα αὐτὸν ἡ παμπόνηρος, φίλη δοκοῦσα
εἶναι, ἀπέσπασεν ἀπ᾽ ἐμοῦ ὑπελθοῦσα.
Θαίς
καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεστι, Γοργόναν
δὲ ἑταίραν πεποίηται;
Γλυκέρα
ναί, ὦ Θαΐ, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου ἥψατο.
Θαίς
πονηρὸν μέν ὦ Γλυκέριον, οὐκ ἀδόκητον
δέ, ἀλλ᾽ εἰωθὸς γίγνεσθαι ὑφ᾽ ἡμῶν τῶν ἑταιρῶν. οὔκουν
χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ:
οὐδὲ γὰρ σὲ Ἀβρότονον ἐπ᾽ αὐτῷ πρότερον ἐμέμψατο,
καίτοι φίλαι ἦτε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.