[2]
ἀτὰρ ἐκεῖνο θαυμάξω, τί καὶ ἐπῄνεσεν
αὐτῆς ὁ στρατιώτης οὗτος, ἐκτὸς εἰ μὴ παντάπασι
τυφλός ἐστιν, ὃς οὐχ ἑωράκει τὰς μὲν τρίχας αὐτὴν ἀραιὰς
ἔχουσαν καὶ ἐπὶ πολὺ τοῦ μετώπου ἀπηγμένας: τὰ χείλη
δὲ πελιδνὰ καὶ νεκρικὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι [p. 281]
ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά. ἓν μόνον, εὐμήκης
ἐστὶ καὶ ὀρθὴ καὶ μειδιᾷ πάνυ ἐπαγωγόν.
Γλυκέρα
οἴει γάρ, ὦ Θαΐ, τῷ κάλλει ᾑρῆσθαι τὸν
Ακαρνᾶυα; οὐκ οἶσθα ὡς φαρμακὶς ἡ Χρυσάριον ἡ μήτηρ
[p. 236]
αὐτῆς, Θετταλάς τινας ᾠδὰς ἐπισταμένη καὶ τὴν
σελήνην κατάγουσα; φασὶ δὲ αὐτὴν καὶ πέτεσθαι τῆς
νυκτός: ἐκείνη ἐξέμηνε τὸν ἄνθρωπον πιεῖν τῶν φαρμάκων
ἐγχέασα, καὶ νῦν τρυγῶσιν αὐτόν.
Θαίς
καὶ σύ, ὦ Γλυκέριον, ἄλλον τρυγήσεις, τοῦτον δὲ χαίρειν ἔα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.