Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀκούετε ὅτι Μουνιχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμένου. ὁ δὲ Κερσοβλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν ἀρχὴν πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης ὁ στρατηγός,1 τοῦ προτέρου μηνός, εἴπερ Ἐλαφηβολιών ἐστι Μουνιχιῶνος πρότερος. ἐδυνάμην ἂν οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην, ὃς πρὶν ἐμὲ ἐξορμᾶν οἴκοθεν ἀπωλώλει; ἔπειτα οἴεσθέ τι τοῦτον ἀληθὲς εἰρηκέναι ἢ περὶ τῶν ἐν Μακεδονίᾳ πραχθέντων ἢ περὶ τῶν ἐν Θετταλίᾳ, ὃς τοῦ βουλευτηρίου καὶ τῶν δημοσίων γραμμάτων καὶ τοῦ χρόνου καὶ τῶν ἐκκλησιῶν καταψεύδεται;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.