Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συνιδὼν δή τις ταῦτα νομοθέτης, τίθησι νόμον οὐδὲν ἐπικοινωνοῦντα τῷ περὶ τῶν ὑπὸ τοῦ δήμου στεφανουμένων νόμῳ, οὔτε λύσας ἐκεῖνον: οὐδὲ γὰρ ἡ ἐκκλησία ἠνωχλεῖτο, ἀλλὰ τὸ θέατρον: οὔτ᾽ ἐναντίον τοῖς πρότερον κειμένοις νόμοις τιθείς: οὐ γὰρ ἔξεστιν: ἀλλὰ περὶ τῶν ἄνευ ψηφίσματος ὑμετέρου στεφανουμένων ὑπὸ τῶν φυλετῶν καὶ δημοτῶν, καὶ περὶ τῶν τοὺς οἰκέτας ἀπελευθερούντων, καὶ περὶ τῶν ξενικῶν στεφάνων, καὶ διαρρήδην ἀπαγορεύει μήτ᾽ οἰκέτην ἀπελευθεροῦν ἐν τῷ θεάτρῳ, μήθ᾽ ὑπὸ τῶν φυλετῶν ἢ δημοτῶν ἀναγορεύεσθαι στεφανούμενον, ‘μήθ᾽ ὑπ᾽ ἄλλου,’ φησί, ‘μηδενός, ἢ ἄτιμον εἶναι τὸν κήρυκα.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.