Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ἐντεῦθεν τοίνυν τὸ μὲν τῆς ἐπιτροπῆς ἐλέλυτο, ἠφανισμένων τῶν συνθηκῶν καὶ τῶν διαιτητῶν ἀντιλεγομένων: ἐπιχειροῦντες δὲ γράφειν ἑτέρας συνθήκας περὶ τούτων διηνέχθησαν, οὗτος μὲν ἀξιῶν τὸν Ἀριστοκλέα, ὁ δὲ Παρμένων τοὺς τρεῖς, οἷσπερ καὶ ἐξ ἀρχῆς ἡ ἐπιτροπὴ ἐγένετο. οὐ γραφεισῶν δ᾽ ἑτέρων συνθηκῶν, τῶν δὲ ἐξ ἀρχῆς ἀφανισθεισῶν, εἰς τοῦτ᾽ ἦλθεν ἀναιδείας ὁ ἠφανικὼς τὰς συνθήκας, ὥστε εἷς ὢν ἀποφανεῖσθαι ἔφη τὴν δίαιταν. παρακαλέσας δὲ ὁ Παρμένων μάρτυρας ἀπεῖπεν τῷ Ἀριστοκλεῖ μὴ ἀποφαίνεσθαι παρὰ τὰς συνθήκας καθ᾽ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν. καὶ ὧν ἐναντίον ἀπεῖπεν, ἀκούσατε τῆς μαρτυρίας.“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.