This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
καίτοι Διοπείθης ὁ ἕτερος τῶν διαιτητῶν Λεωχάρει μὲν ἦν τουτῳὶ1 κηδεστής, ἐμὸς δ᾽ ἐχθρὸς καὶ ἀντίδικος ἐξ ἑτέρων συμβολαίων: Δημάρατος δὲ ὁ μετ᾽ αὐτοῦ Μνησιπτολέμῳ τῷ ἐγγυησαμένῳ Δικαιογένην2 μετὰ Λεωχάρους ἦν ἀδελφός. οὗτοι μέντοι οὐκ ἠθέλησαν ἀποφήνασθαι, ὁρκώσαντες ἡμᾶς ἦ μὴν ἐμμενεῖν οἷς [ἂν] αὐτοὶ γνοῖεν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.“Μάρτυρες”