Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
ἐν μὲν γὰρ τοῖς ἐμοῖς λόγοις ἔνεστι μηδὲν μὲν προέσθαι τῶν ὑμετέρων αὐτῶν μηδ᾽ αἰσχύνῃ μηδεμιᾷ τὴν πόλιν περιβαλεῖν, ὑπὲρ δὲ τῶν δικαίων κινδυνεύοντας ἐλπίζειν ἄμεινον ἀγωνιεῖσθαι τῶν ἐχθρῶν, ἐν δὲ τοῖς τούτων ἀφεστάναι μὲν ἤδη Μεσσήνης, προεξαμαρτόντας δὲ τοῦτ᾽ εἰς ὑμᾶς αὐτοὺς τυχὸν καὶ τοῦ συμφέροντος καὶ τοῦ δικαίου καὶ τῶν ἄλλων ἁπάντων ὧν προσδοκᾶτε διαμαρτεῖν.