previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[822α] θαυμαστὸν μὲν λέγεις, προσῆκον δ᾽ αὖ μαθεῖν τοῖς νέοις, οὐ γιγνώσκειν δὲ ἡμᾶς; πειρῶ περὶ αὐτοῦ τό γε τοσοῦτον φράζειν ὡς σαφέστατα.

Ἀθηναῖος
πειρατέον. οὐ γάρ ἐστι τοῦτο, ἄριστοι, τὸ δόγμα ὀρθὸν περὶ σελήνης τε καὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα πλανᾶταί ποτε, πᾶν δὲ τοὐναντίον ἔχει τούτουτὴν αὐτὴν γὰρ αὐτῶν ὁδὸν ἕκαστον καὶ οὐ πολλὰς ἀλλὰ μίαν ἀεὶ κύκλῳ διεξέρχεται, φαίνεται δὲ πολλὰς φερόμενοντὸ δὲ τάχιστον αὐτῶν ὂν βραδύτατον οὐκ ὀρθῶς αὖ δοξάζεται, τὸ δ᾽ ἐναντίον [822β] ἐναντίως. ταῦτ᾽ οὖν εἰ πέφυκεν μὲν οὕτως, ἡμεῖς δὲ μὴ ταύτῃ δόξομεν, εἰ μὲν ἐν Ὀλυμπίᾳ θεόντων ἵππων οὕτως δολιχοδρόμων ἀνδρῶν διενοούμεθα πέρι, καὶ προσηγορεύομεν τὸν τάχιστον μὲν ὡς βραδύτατον, τὸν δὲ βραδύτατον ὡς τάχιστον, ἐγκώμιά τε ποιοῦντες ᾔδομεν τὸν ἡττώμενον νενικηκότα, οὔτε ὀρθῶς ἂν οὔτ᾽ οἶμαι προσφιλῶς τοῖς δρομεῦσιν ἡμᾶς ἂν τὰ ἐγκώμια προσάπτειν ἀνθρώποις οὖσιν: νῦν δὲ δὴ [822ξ] περὶ θεοὺς τὰ αὐτὰ ταῦτα ἐξαμαρτανόντων ἡμῶν, ἆρ᾽ οὐκ οἰόμεθα γελοῖόν τε καὶ οὐκ ὀρθὸν ἐκεῖ γιγνόμενον ἦν ἂν τότε, νῦν ἐνταυθοῖ καὶ ἐν τούτοισι γίγνεσθαι γελοῖον μὲν οὐδαμῶς, οὐ μὴν οὐδὲ θεοφιλές γε, ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούντων.

Κλεινίας
ἀληθέστατα, εἴπερ γε οὕτω ταῦτ᾽ ἐστίν.

Ἀθηναῖος
οὐκοῦν ἂν μὲν δείξωμεν οὕτω ταῦτ᾽ ἔχοντα, μαθητέα μέχρι γε τούτου τὰ τοιαῦτα πάντα, μὴ δειχθέντων δὲ ἐατέον; καὶ ταῦτα ἡμῖν οὕτω συγκείσθω; [822δ]

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
ἤδη τοίνυν χρὴ φάναι τέλος ἔχειν τά γε παιδείας μαθημάτων πέρι νόμιμα: περὶ δὲ θήρας ὡσαύτως διανοηθῆναι χρὴ καὶ περὶ ἁπάντων ὁπόσα τοιαῦτα. κινδυνεύει γὰρ δὴ νομοθέτῃ τὸ προσταττόμενον ἐπὶ μεῖζον εἶναι τοῦ νόμους θέντα ἀπηλλάχθαι, ἕτερον δέ τι πρὸς τοῖς νόμοις εἶναι μεταξύ τι νουθετήσεώς τε πεφυκὸς ἅμα καὶ νόμων, δὴ [822ε] πολλάκις ἡμῶν ἐμπέπτωκεν τοῖς λόγοις, οἷον περὶ τὴν τῶν σφόδρα νέων παίδων τροφήν: οὐ γὰρ ἄρρητά φαμεν εἶναι, λέγοντές τε αὐτά, ὡς νόμους οἴεσθαι τιθεμένους εἶναι πολλῆς ἀνοίας γέμειν. γεγραμμένων δὴ ταύτῃ τῶν νόμων τε καὶ ὅλης τῆς πολιτείας, οὐ τέλεος τοῦ διαφέροντος πολίτου πρὸς ἀρετὴν γίγνεται ἔπαινος, ὅταν αὐτόν τις φῇ τὸν ὑπηρετήσαντα τοῖς νόμοις ἄριστα καὶ πειθόμενον μάλιστα, τοῦτον εἶναι τὸν ἀγαθόν: τελεώτερον δὲ ὧδε εἰρημένον, ὡς ἄρα ὃς ἂν τοῖς τοῦ νομοθέτου νομοθετοῦντός τε καὶ ἐπαινοῦντος καὶ ψέγοντος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: