Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
μεταπεμψαμένων αὐτὸν τῶν στρατιωτῶν οὐκ ἐσεμνύνατ᾽ ἐπὶ τοῖς παροῦσιν, οὐδ᾽ ἐμέμψατο περὶ τῶν γεγενημένων, οὐδ᾽ ἐβουλεύσατο περὶ τῶν μελλόντων, ἀλλ᾽ εὐθὺς εἵλετο μετὰ τῆς πόλεως ὁτιοῦν πάσχειν μᾶλλον ἢ μετὰ Λακεδαιμονίων εὐτυχεῖν, καὶ πᾶσι φανερὸν ἐποίησεν ὅτι τοῖς ἐκβαλοῦσιν ἀλλ᾽ οὐχ ὑμῖν ἐπολέμει, καὶ ὅτι κατελθεῖν ἀλλ᾽ οὐκ ἀπολέσαι τὴν πόλιν ἐπεθύμει.