Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[64]
ἐγὼ γὰρ ἡγοῦμαι καὶ τὴν πόλιν ἡμᾶς ἄμεινον οἰκήσειν καὶ βελτίους αὐτοὺς ἔσεσθαι καὶ πρὸς ἁπάσας τὰς πράξεις ἐπιδώσειν, ἢν παυσώμεθα τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἐπιθυμοῦντες. αὕτη γάρ ἐστιν ἡ καὶ νῦν εἰς ταραχὴν ἡμᾶς καθιστᾶσα, καὶ τὴν δημοκρατίαν ἐκείνην καταλύσασα μεθ᾽ ἧς οἱ πρόγονοι ζῶντες εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν, καὶ σχεδὸν ἁπάντων αἰτία τῶν κακῶν ὧν αὐτοί τ᾽ ἔχομεν καὶ τοῖς ἄλλοις παρέχομεν.