Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἀλλὰ μὴν οὐδ᾽ ἀπεχθήσεσθέ γε τῶν πολιτῶν οὐδενὶ τοῦτον ἀποδοκιμάσαντες, ὃς1 οὔ τι2 τοὺς ἑτέρους ἀλλ᾽ ἀμφοτέρους φανερός ἐστι προδούς, ὥστε μήτε τοῖς ἐν τῷ ἄστει γενομένοις φίλον προσήκειν εἶναι τοῦτον (οὐ γὰρ ἠξίωσεν ὡς αὐτοὺς ἐλθεῖν κινδυνεύοντας), μήτε τοῖς τὸν Πειραιᾶ καταλαβοῦσιν: οὐδὲ γὰρ τούτοις ἠθέλησε συγκατελθεῖν, καὶ ταῦτα ὥς φησι καὶ ἀστὸς γενόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.