[49]
Λευκόλλου δὲ τοῦ Ῥωμαίων στρατηγοῦ Μιθριδάτην διώκοντος ἐς τὸν Τιγράνην ὑποφεύγοντα, ὁ Μαγαδάτης ᾔει μετὰ τοῦ στρατοῦ Τιγράνῃ βοηθήσων, καὶ ἐν τῷδε παραδὺς ἐς τὴν Συρίαν Ἀντίοχος ὁ Ἀντιόχου τοῦ εὐσεβοῦς ἦρχε τῶν Σύρων ἑκόντων. καὶ αὐτῷ Λεύκολλος μέν, ὁ Τιγράνῃ πρῶτός τε πολεμήσας καὶ τῆς ἐπικτήτου γῆς αὐτὸν ἐξελάσας, οὐκ ἐφθόνησεν ἀρχῆς πατρῴας: Πομπήιος δέ, ὁ ἐπὶ Λευκόλλῳ Μιθριδάτην ἐξελών, Τιγράνῃ μὲν Ἀρμενίας συνεχώρησεν ἄρχειν, Ἀντίοχον δὲ ἐξέβαλε τῆς Σύρων ἀρχῆς, οὐδὲν ἐς Ῥωμαίους ἁμαρτόντα, ἔργῳ μὲν ὅτι ἦν εὔκολον αὐτῷ, στρατιὰν ἔχοντι, πολλὴν ἀρχὴν ἄνοπλον ἀφελέσθαι, λόγῳ δὲ ὅτι τοὺς Σελευκίδας, ὑπὸ Τιγράνους ἐκπεσόντας, οὐκ εἰκὸς ἦν ἔτι Συρίας ἄρχειν μᾶλλον ἢ Ῥωμαίους Τιγράνην νενικηκότας.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.