Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
καὶ μετὰ τούτους τὸ τέταρτον ἄνθρωποι γένος, ἔσχατον δὲ καὶ πέμπτον
τὸ ἄλογον καὶ θηριῶδες;. ἔτι δ᾽ εἰ τὴν ψυχὴν αὐτὴν κατὰ φύσιν
διαιροῖς, πρῶτον αὐτῆς καὶ ἀμαυρότατόν ἐστι τὸ θρεπτικὸν δεύτερον
δὲ τὸ αἰσθητικὸν, εἶτα τὸ
ἐπιθυμητικὸν εἶτ᾽ ἐπὶ τούτῳ τὸ θυμοειδές: εἰς δὲ τὴν τοῦ λογιστικοῦ
δύναμιν ἐξικομένη καὶ τελεώσασα τὴν φύσιν ὥσπερ ἐν ἄκρῳ τῷ πέμπτῳ
καταπέπαυται.’
‘τοσαύτας δὲ καὶ τηλικαύτας ἔχοντος τοῦ
ἀριθμοῦ δυνάμεις, καλὴ καὶ ἡ γένεσίς ἐστιν, οὐχ ἣν ἤδη διήλθομεν,
ἐκ δυάδος οὖσα καὶ τριάδος, ἀλλ᾽ ἣν ἡ ἀρχὴ 1 τῷ πρώτῳ συνελθοῦσα
τετραγώνῳ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.