next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρότερον μὲν, μέγιστοι βασιλεῖς, ἀγωνίσματα καὶ λόγους ἐκ διατριβῶν καὶ τοιαῦθ᾽ ὑμῖν ἀπέστελλον, νυνὶ δὲ ἑτέραν δαίμων ἔδωκεν ὑπόθεσιν. κεῖται Σμύρνα τὸ τῆς Ἀσίας ἄγαλμα, τῆς δὲ ὑμετέρας ἡγεμονίας ἐγκαλλώπισμα, πυρὶ καὶ σεισμοῖς ἐκτριβεῖσα. ὀρέξατε πρὸς θεῶν χεῖρα, ὀρέξατε, ὅσην ὑμῖν πρέπει. Σμύρνα τοι μέγιστα δὴ τῆς νῦν Ἑλλάδος εὐτυχήσασα καὶ πρὸς θεῶν καὶ πρὸς ὑμῶν, τῶν τε ἀεὶ βασιλέων καὶ τοῦ συνεδρίου κοινῇ, μέγιστα δὴ καὶ πέπονθε τῶν μνημονευομένων. ἓν δὲ ὅμως αὐτῇ κἀν τούτοις ἐφυλάχθη παρὰ τοῦ δαίμονος ὡσπερεὶ σύμβολον σωτηρίας: εἴδετε τὴν πόλιν, ἴστε τὴν ζημίαν. ἀναμνήσθητε [p. 763] ὧν ἐπὶ τῆς πορείας ἐφθέγξασθε ὁρῶντες εἰς αὐτὴν, ἀναμνήσθητε ὧν εἴσω παρελθόντες, ὡς διετέθητε, ὡς διεθήκατε. οἱ μὲν Θεοξένια ἦγον, ὑμεῖς δὲ ὡς ἐν τοῖς ἡμερωτάτοις ὧν κέκτησθε ἀνεπαύεσθε. ποία προσβολὴ τῆς ὄψεως οὐχ ἡδίους ὑμᾶς ἐποίησε; τί τῶν πάντων


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: